1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

3

καὶ φανταζόμεθα, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς συνεχῶς, μᾶλλον δὲ διηνεκῶς σε βλέποντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εὐλάβειαν. Παρακαλοῦμεν δὴ καὶ αὐτὸν μεμνῆσθαι ἡμῶν διηνεκῶς, καὶ τὴν ἀγάπην ἣν ἐξ ἀρχῆς περὶ ἡμᾶς ἐπεδείξω, ταύτην καὶ νῦν ἀκμάζουσαν διατηρεῖν, καὶ εὔχεσθαι μετὰ πολλῆς ἐκτενείας ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς δηλοῦν· ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι, πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τῆς ἀπὸ τῶν εὐχῶν σου συμμαχίας ἐκ τοσούτου ἀπολαύοντες διαστήματος. Κ∆ʹ. Ἡσυχίῳ. Αὐτὸς μὲν συγγνώμης ἀξιοῖς τυχεῖν ὑπὲρ τοῦ μὴ παραγενέσθαι, τὴν ἀῤῥωστίαν προβαλλόμενος. Ἐγὼ δέ σε καὶ στεφανῶ καὶ ἀνακηρύττω τῆς γνώμης, ἀφ' ἧς καὶ παραγέγονας, καὶ τῶν ἐλθόντων οὐδὲν ἔλαττον ἔχεις παρ' ἡμῖν κατὰ τὸν τῆς ἀγάπης λόγον. Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς κατεχούσης σε ἀπαλλάξαι ἀῤῥωστίας, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, ἵνα σου καὶ τῆς κατ' ὄψιν ἀπολαύσωμεν συντυχίας. Καὶ γὰρ σφόδρα ἐπιθυμοῦμέν σε ἰδεῖν καὶ περιπτύξα52.626 σθαι, καὶ τὴν φίλην ἡμῖν φιλῆσαι κεφαλήν. Ἕως δ' ἂν ταῦτα τό τε ἀῤῥωστεῖν σου τὴν εὐγένειαν καὶ ἡ τοῦ ἔτους ὥρα διακωλύῃ, οὐ παυσόμεθα συνεχῶς ἐπιστέλλοντές σου τῇ τιμιότητι, καὶ τὴν ἐντεῦθεν ἡμῖν αὐτοῖς πραγματευόμενοι ἡδονήν. ΚΕʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Ἡμεῖς μὲν ἐβουλόμεθα συνεχῶς ἐπιστέλλειν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ οἶσθα τοῦτο καὶ αὐτὸς, δέσποτα τιμιώτατε· ἀλλ' ἐπειδὴ τοῦτο ἡμᾶς παραιρεῖται τὸ μηδένα συνεχῶς ἡμῖν ἐπιχωριάζειν ἥ τε γὰρ ἐρημία τοῦ χωρίου τούτου, ὅ τε τῶν λῃστῶν φόβος ταύτην ἐπιτείνων, λοιπὸν δὲ καὶ ἡ τοῦ ἔτους ὥρα τὰς ὁδοὺς ἀποτειχίζουσα, πᾶσιν ἄβατον ποιεῖ τὴν Κουκουσὸν, ἀλλ' ἡνίκα ἂν ἐπιτύχωμεν γραμματηφόρων, πληροῦμεν ἡμῶν τὴν ἐπιθυμίαν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Ὃ δὲ καὶ νῦν πεποιήκαμεν διὰ τῶν κυρίων μου τῶν τιμιωτάτων πρεσβυτέρων, τήν τε ὀφειλομένην ἀποδιδόντες πρόσρησιν τῇ θεοσεβείᾳ σου, καὶ παρακαλοῦντες ἡνίκα ἂν ἐξῇ καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας δηλοῦν τῆς σῆς. Οὐ γὰρ ἀγνοεῖς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ὅπως ἡμῖν περισπούδαστον ἀεὶ περὶ ταύτης μανθάνειν. Εἰ γὰρ καὶ πρὸς αὐτὰς ἀπῳκίσθημεν τῆς καθ' ἡμᾶς οἰκουμένης τὰς ἐσχατιὰς, ἀλλ' ὅμως τῆς ἀγάπης σου τῆς γνησίας καὶ θερμῆς, τῆς εἰλικρινοῦς καὶ ἀδόλου ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, περιφέροντες αὐτὴν ἄπιμεν, μεγίστην ἐντεῦθεν καρπούμενοι τὴν παραμυθίαν. Κʹ. Μάγνῳ ἐπισκόπῳ. Εἰ καὶ αὐτὸς ἡμῖν οὐκ ἐπέσταλκας, καίτοι τῶν κυρίων μου τῶν πρεσβυτέρων παραγενομένων, ἀλλ' ἡμεῖς τῆς τε ἄνωθέν σου φιλίας μεμνημένοι, καὶ τὴν τῶν τρόπων σου θαυμάζοντες ἐπιείκειαν, καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν, εἰδότες δὲ καὶ τὸ φίλτρον, ὃ ἀεὶ περὶ ἡμᾶς ἐπεδείξω, πρότεροι τοῖς πρὸς τὴν σὴν ἐμμέλειαν ἐπεπηδήσαμεν γράμμασι, χάριτάς τέ σοι ὁμολογοῦμεν τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπιδείκνυσαι· οὐ γὰρ ἔλαθεν ἡμᾶς τοῦτο, καίτοι γε ἐκ τοσούτου καθημένους διαστήματος· παρακαλοῦμεν οὖν, ἡνίκα ἂν ἐξῇ, γράφειν ἡμῖν συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι. Ὅταν γὰρ ἀκούσωμεν τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς, καὶ γενναίους, οὕτω διεγηγερμένους, νήφοντάς τε καὶ ἐγρηγορότας περὶ τὴν τῶν Ἐκκλησιῶν πρόνοιαν, ἐν ὑγιείᾳ διάγειν, πολλὴν καὶ ἐντεῦθεν καρπούμεθα τὴν παράκλησιν. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, μὴ κατόκνει συνεχῶς ταῦτα ἡμῖν δηλοῦν. Οὕτω γὰρ, κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ταύτης συνεχῶς ἀπολαύοντες τῆς παραμυθίας. ΚΖʹ. ∆όμνῳ ἐπισκόπῳ. Καὶ τοῦ πέμψαι τὸν τιμιώτατον πρεσβύτερον εἰς ἐπίσκηψιν ἡμετέραν, καὶ τοῦ γράψαι πολλὰς ἔχω χάριτας τῇ εὐλαβείᾳ τῇ σῇ, δέσποτα τιμιώτατε. Ἀμφότερα γὰρ γνησίας ἀγάπης καὶ θερμῆς διαθέσεως, ∆ιὰ τοῦτο καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν ἐντεῦ52.627 θεν ἐδεξάμεθα τὴν παράκλησιν. Τὸ γὰρ τοιούτους ἄνδρας οὕτω σφοδροὺς ἐραστὰς ἔχειν, οὐ τὴν τυχοῦσαν φέρει τοῖς ἀγαπωμένοις παραμυθίαν. Καὶ