1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

5

ὡς οὐ παρουσία τῶν φιλούντων μόνον, ἀλλὰ καὶ γράμματα πολλὴν φέρει τὴν παραμυθίαν. Ταῦτ' οὖν εἰδὼς ἐπιδαψιλεύου ταύτην ἡμῖν τὴν εὐφροσύνην, συνεχέστερον τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν, περὶ ἧς μάλιστα περισπούδαστον ἡμῖν μανθάνειν. ΛΑʹ. Μαρκελλίνῳ. Μακρὰν μὲν ἐσιγήσαμεν ἀμφότεροι σιγὴν πρὸς ἀλλήλους, τῆς δὲ ἀγάπης σου τῆς ἀρχαίας καὶ γνησίας ἡμῖν ἐκείνης οὐκ ἐπιλελήσμεθα, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ ὅπουπερ ἂν ἀπίωμεν, αὐτὴν περιφέρομεν, μεγίστην ἐντεῦθεν καρπούμενοι τὴν παράκλησιν. ∆ιὸ δὴ καὶ νῦν ἐπιτυχόντες τῶν πρὸς τὴν σὴν εὐγένειαν ἀφικνουμένων, τήν τε ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ δηλοῦμεν, ὅτι κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἔχοντές σε ἄπιμεν ἐν διανοίᾳ ἐγκεκολαμμένον ἡμῶν τῷ συνειδότι. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις οὐ τὸ γράφειν μόνον, ἀλλὰ καὶ τὸ δέχεσθαι γράμματα παρὰ τῶν οὕτω φιλουμένων, πολλὴν φέρει τὴν ἡδονὴν, διπλασίασον ἡμῖν τὴν εὐφροσύνην, δέσποτα τιμιώτατε, καὶ ἡνίκα ἂν ἐξῇ, γράφε συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς δηλῶν. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον ταῦτα μανθάνειν, καὶ ὅσην καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν. ΛΒʹ. Εὐθαλίᾳ. Κἂν ἐλάττους δέχωμαι ἐπιστολὰς παρὰ τῆς κοσμιότητος τῆς σῆς, ὧν αὐτὸς πέμπω πρὸς τὴν σὴν ἐμμέλειαν, οὐκ ἀποστήσομαι συνεχῶς γράφων. Ἐμαυτῷ γὰρ χαρίζομαι τοῦτο ποιῶν, πρὸς ψυχὴν οὕτω γνησίως περὶ ἡμᾶς διακειμένην καὶ θερμῶς καὶ συνεχῶς ἐπιστέλλων. Πλὴν ἀλλ' ἐπειδὴ σφόδρα ἡμῖν περι52.629 σπούδαστον μανθάνειν ἐν τίσιν ὁρμᾷ τὰ σὰ, συνεχῶς καὶ γραμμάτων ἐπιθυμοῦμεν ἀπολαύειν, ἵνα μανθάνωμεν διηνεκῶς ἅπερ ἐπιθυμοῦμεν, ὅτι ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγεις πολλῇ. Τούτων γὰρ ἀπολαύουσα, ὅτι πολλὴν ποιῇ τῆς ψυχῆς τῆς σῆς ἐπιμέλειαν, καὶ τῶν βιωτικῶν ὑπερορῶσα, τὴν εἰς τὸν οὐρανὸν ὁδὸν βαδίζεις, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα γάρ σου τῆς ψυχῆς τὸ εὐγενὲς, καὶ ἐλευθέριον, καὶ ἀπραγμοσύνης γέμον, καὶ τῶν βιωτικῶν ἀπηλλαγμένον φροντίδων. Ἐννοοῦσα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοῦτο ποιοῦσα, ἡνίκα ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, συνεχῶς ἡμῖν ἐπιστέλλειν, καθάπερ προειρήκαμεν, παρακλήθητι, ὥστε πολλὴν ἡμᾶς καὶ ἐντεῦθεν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαβεῖν παραμυθίαν. Τὰ γὰρ ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς γράμματα ὅταν συνεχῶς φέρηται πρὸς ἡμᾶς, τὰ περὶ τῆς ὑγιείας ὑμῶν δηλοῦντα, οὐ τῆς τυχούσης ἡμᾶς ἐμπίπλησιν εὐφροσύνης, ἀλλὰ τοσαύτην ἡμῖν ἐμποιεῖ τὴν ἡδονὴν, ὡς μηδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαμβάνειν. ΛΓʹ. Ἀδολίᾳ. Καὶ ταύτῃ σου τὴν ἀγάπην ἔδειξας, τὴν γνησίαν καὶ θερμὴν, ὅτι καὶ ἐν ἀῤῥωστίᾳ οὖσα, οὕτω συνεχῶς ἡμῖν ἐπιστέλλεις. Ἡμεῖς δὲ ἐπιθυμοῦμεν τῆς τε ἀῤῥωστίας σε ἀπαλλαγῆναι, καὶ ἐνταῦθα παραγενομένην, ὅταν ἐξῇ, θεάσασθαι. Καὶ τοῦτο οἶσθα καὶ αὐτὴ, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη. Ἐπεὶ οὖν, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, νῦν ἐν φροντίδι μείζονι καθεστήκαμεν καὶ γὰρ ἀπὸ τῶν γραμμάτων ἐστοχασάμεθά σου τῆς ἀῤῥωστίας τὴν ὑπερβολὴν, διά τοι τοῦτο, ἡνίκα ἂν πρὸς τὸ βέλτιον ἐπιδῷ σοι τὸ σῶμα, διὰ τάχους ὡς βούλει δηλῶσαι ἡμῖν παρακλήθητι τοῦτο αὐτὸ, ἵνα βαρυτάτης ἡμᾶς ἀνεθῆναι ποιήσῃς φροντίδος. Ὅτι γὰρ καὶ νῦν οὐκ ἐν μικρᾷ καθεστήκαμεν ἀθυμίᾳ τῆς ἀῤῥωστίας ἕνεκεν τῆς σῆς, οὐδὲ αὐτὴ ἀγνοεῖς. Εἰδυῖα τοίνυν τὴν φροντίδα ἐν ᾗ νῦν ἐσμεν, ὅπερ παρεκαλέσαμεν, ποιῆσαι σπούδασον. Εἰ καὶ τὰ μάλιστα οὐδέν σοι εἰς τοῦτο δεῖ παρακλήσεως· ἀλλ' εὖ οἶδ' ὅτι ὅσων ἂν ἐπιτύχῃς γραμματηφόρων, οὐ παύσῃ δι' ἑκάστου ἡμῖν ἐπιστέλλουσα. Λ∆ʹ. Καρτερίᾳ. Καὶ τοῦτο τῆς ἀγάπης τῆς σῆς, τῆς μεμεριμνημένης ψυχῆς τῆς σφοδρῶς περὶ ἡμᾶς διακειμένης, τὸ μὴ μόνον ἀποστεῖλαι τὸ πολυάρχιον, ἀλλὰ καὶ σκοπῆσαι ὅπως ἂν γένοιτο χρήσιμον, προσθεῖναί τε αὐτῷ τό τε νάρδινον, καὶ τὸ γλεύκινον ἔλαιον, διορθοῦντα αὐτοῦ τὴν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ξηρότητα. Καὶ τὸ αὐτὴν καὶ κατασκευάσαι τοῦτο, καὶ μὴ ἑτέροις ἐπιτρέψαι, καὶ μὴ τῆς ταχύτητος γενέσθαι, ἀλλὰ τοῦ γενέσθαι