1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

9

ἀποδημίας κωλυθέντων συνεχέστερον ἐπιστέλλειν πρὸς αὐτήν. ΜΕʹ. Συμμάχῳ πρεσβυτέρῳ. Οὐδὲν καινὸν οὐδὲ ἀπεικὸς τεθλιμμένην ὁδεύοντα ὁδὸν στενοχωρεῖσθαι. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, πόνων γέμει καὶ ἱδρώτων, ἐπιβουλῶν καὶ κινδύνων. Ἀλλ' ἡ μὲν ὁδὸς τοιαύτη· τὰ δὲ ἐντεῦθεν στέφανοι, βραβεῖα, τὰ ἀπόῤῥητα ἀγαθὰ, καὶ τέλος οὐκ ἔχοντα. Τούτοις τοίνυν σαυτὸν παρακάλει· καὶ γὰρ καὶ ἡ ἄνεσις καὶ ἡ θλίψις ἡ τοῦ παρόντος παροδεύεται βίου, καὶ αὐτῷ τῷ βίῳ συγκαταλύεται. Μηδὲν οὖν μηδὲ ἐκείνων φυσάτω, μηδὲ τούτων ταπεινούτω καὶ συστελλέτω. Ὁ γὰρ ἄριστος κυβερνήτης οὔτε ἐν γαλήνῃ χαυνοῦται, οὔτε ἐν χειμῶνι ταράττεται. Ταῦτ' οὖν εἰδὼς παρακάλει σαυτὸν, καὶ παραμυθίαν ἐντεῦθεν καρποῦ τὴν μεγίστην. Γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Εἰ γὰρ καὶ πολλῷ τῷ μήκει τῆς ὁδοῦ διειργόμεθα, καὶ πολύν σου τῆς ἐμμελείας ἀπελείφθημεν χρόνον, ἀλλ' οὐ τῆς ἀγάπης, ἀλλ' ἄληστον αὐτὴν ἀεὶ περιφέρομεν καὶ ἀκμάζουσαν, ὅπουπερ ἂν ὦμεν ἐπείπερ τοιαύτη τοῦ φιλεῖν γνησίως ἡ φύσις. Μʹ. Ῥουφίνῳ. Ἐβουλόμην μὲν συνεχέστερον ἐπιστέλλειν σου τῇ εὐλαβείᾳ, ἐπειδή σε φιλῶ, καὶ σφόδρα φιλῶ, δέσποτά μου αἰδεσιμώτατε καὶ εὐλαβέστατε· καὶ ἀμφότερα ταῦτα οἶσθα καὶ αὐτός. Ἀλλ' ἐπειδὴ τὸ μὲν ἐν ἡμῖν κεῖται, τὸ δὲ οὐκ ἐν ἡμῖν· τοῦ μὲν γὰρ φιλεῖν ἡμεῖς κύριοι, τοῦ δὲ συνεχῶς ἐπιστέλλειν οὐκ ἔτι, διά τε τῆς ὁδοῦ τὴν δυσκολίαν, καὶ τοῦ ἔτους τὴν ὥραν· ἐκεῖνο μὲν διηνεκῶς ποιοῦμεν, τοῦτο δὲ ἡνίκα ἂν ἐξῇ· μᾶλλον δὲ καὶ τοῦτο διηνεκῶς ποιοῦμεν. Εἰ γὰρ καὶ μὴ μέλανι μηδὲ χάρτῃ συνεχῶς ἐπιστέλλομεν, ἀλλὰ γνώμῃ καὶ διανοίᾳ· τοιοῦτον γὰρ τὸ φιλεῖν γνησίως. ΜΖʹ. Ναμαίᾳ. Τί περιέρχῃ ἀπολογίαν ζητοῦσα, καὶ συγγνώμην 52.635 αἰτοῦσα ὑπὲρ ὧν ἡμεῖς σε στεφανοῦμεν καὶ ἀνακηρύττομεν, ὅτι μὲν ἔγραψας, ἀποδεχόμενοι, ὅτι δὲ ὀψὲ καὶ βραδέως, ἐγκαλεῖν ἔχοντες; Ὥστε εἰ νομίζεις μεγάλα τετολμηκέναι τῷ γράψαι, τοῦτο ἀφεῖσα πρὸς τὸ ἔγκλημα τῆς βραδύτητος μελέτα, καὶ συντίθει τὴν ἀπολογίαν. Καὶ γὰρ ὅσῳπερ ἂν λέγῃς καὶ παρόντας καὶ ἁπόντας ἠγαπηκέναι γνησίως, τοσούτῳ μειζόνως αὔξεις τὴν κατηγορίαν. Εἰ μὲν γὰρ ἁπλῶς τῶν περὶ ἡμᾶς διακειμένων ἦσθα, οὐδὲν ἀπεικὸς μακρὸν χρόνον οὕτω σιγῆσαι· ἐπειδὴ δὲ οὕτω γνησίαν καὶ θερμὴν περὶ ἡμᾶς ἐπιδεδεῖχθαι ἀγάπην ἔφης, ὡς μηδὲ ἂν ἐλθεῖν παραιτήσεσθαι ὁδὸν οὕτω χαλεπὴν, καὶ φόβῳ λῃστῶν τοσούτων πολιορκουμένην, εἰ μὴ τὰ τῆς ἀῤῥωστίας διέκοπτεν, ἕν σοι λοιπὸν ἀπολογίας λείπεται εἶδος, τὸ νιφάδας ἡμῖν πέμπειν γραμμάτων, δυναμένων τὴν ἐκ τῆς μακρᾶς σιγῆς παραμυθήσασθαι αἰτίαν. Τοῦτο δὲ ποίει, καὶ τὸ πᾶν ἀπειλήφαμεν. Ἐπειδὴ καὶ αὕτη χρονία ἐλθοῦσα ἡ ἐπιστολὴ, ἐπειδὴ θερμῆς ἔπνει τῆς ἀγάπης, καὶ τοῦ παρελθόντος χρόνου τὸ χρέος ἀπέτισεν. Πλὴν ἀλλ' αἱ λοιπαὶ μὴ μιμείσθωσαν τὴν ταύτης βραδυτῆτα. Οὕτω γὰρ καὶ αὕτη δυνήσεται δεῖξαι ὅτι οὐ δι' ὄκνον, ἀλλὰ διὰ δέος μάταιον, καθὼς καὶ αὐτὴ ἔφης, χρονία παραγέγονεν, εἰ αἱ λοιπαὶ μετὰ τάχους καὶ πολλῆς παραγένοιντο τῆς συνεχείας ἡμῖν. ΜΗʹ. Ἀραβίῳ. Οἶδά σου τὴν ἀγάπην, οἶδά σου τὸ φίλτρον τὸ θερμὸν, τὸ γνήσιον, τὸ εἰλικρινὲς, τὸ διαρκὲς, καὶ ὡς οὔτε δυσκολία πραγμάτων, οὔτε ὄχλος φροντίδων, οὔτε περιστάσεων πλῆθος, οὔτε χρόνου μῆκος, οὔτε ὁδοῦ διάστημα δύναται ταύτην ἀμαυροτέραν ποιῆσαι. ∆ιὰ τοῦτο καὶ σφόδρα ἐπιθυμῶ συνεχῶς δέχεσθαι γράμματα παρὰ τῆς εὐγενείας τῆς σῆς, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγιείας τῆς σῆς. Κἂν ἐγκαλῶμεν, οὐχ ὡς ῥᾳθυμοῦντι ἐγκαλοῦμεν, ἀλλ' ὡς πλειόνων ἐρῶντες ἐπιστολῶν τοιούτων. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐγενέστατε, δίδου ταύτην ἡμῖν τὴν χάριν, κούφην τε οὖσαν καὶ εὔκολον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν εὐφροσύνην. ΜΘʹ. Ἀλφίῳ. Ἐγὼ μὲν ἐβουλόμην συνεχέστερον ἐπιστέλλειν, ἡ δὲ τῶν γραμματηφόρων σπάνις οὐκ ἀφίησι τὴν ἐπιθυμίαν ταύτην εἰς ἔργον ἐλθεῖν· καὶ γὰρ ἡ τοῦ χωρίου τούτου ἐρημία, καὶ ὁ τῶν Ἰσαύρων φόβος, καὶ ἡ τοῦ χειμῶνος σφοδρότης οὐκ ἐπιτρέπει συνεχῶς τινας ἡμῖν ἐπιχωριάζειν. Ἀλλ' ὅμως, καὶ γράφοντες καὶ σιγῶντες, τὴν