1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

10

αὐτὴν ἀεὶ περὶ σὲ διάθεσιν τηροῦμεν, τὴν προθυμίαν σου καὶ τὴν σπουδὴν μανθάνοντες, ἣν ὑπὲρ τῆς ὠφελείας τῆς σῆς ἔχεις ψυχῆς, τούς τε ἐν εὐλαβείᾳ ζῶντας ἀναπαύειν ἐσπουδακὼς, καὶ τὴν καλὴν ταύτην πραγματευόμενος πραγματείαν. Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, συνεχῶς ἡμῖν ἐπίστελλε τὰ περὶ τῆς σῆς ὑγιείας, καὶ τοῦ οἴκου σου παντός. Οὕτω γὰρ καὶ 52.636 ἐν ἐρημίᾳ ὄντες πολλὴν ἔξομεν τὴν εὐφροσύνην, εἰ τοιαῦτα παρὰ τῆς σῆς τιμιότητος δεχόμεθα γράμματα. Νʹ. ∆ιογένει. Τὸ γνήσιόν σου τῆς ἀγάπης τῆς περὶ ἡμᾶς ᾔδειμεν μὲν καὶ ἔμπροσθεν, πολλῷ δὲ πλέον ἔγνωμεν νῦν, ὅτε τοσοῦτον τοῦ χειμῶνος ἀρθέντος, οὐ μόνον οὐδὲν ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ σπουδαιότερος περὶ ἡμᾶς γεγονὼς, μείζω τὴν στοργὴν ἐνεδείξω. ∆ιὰ ταῦτά σε θαυμάζομεν, διὰ ταῦτα καθ' ἑκάστην ἡμέραν ἀνακηρύττοντες οὐ παυόμεθα. Τὸν μὲν γὰρ ἄφατον τούτων μισθὸν λήψῃ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τοὺς ἀγαθόν τι ποιοῦντας, ἢ λέγοντας. Ἡμεῖς δέ σε οἷς ἔχομεν ἀμειβόμεθα, θαυμάζοντές σε, ἐπαινοῦντες, μακαρίζοντες οὐ διαλιμπάνομεν, φιλοῦντες, αἰδούμενοι, τιμῶντες, ἐν διανοίᾳ πανταχοῦ περιφέροντες, ἡνωμένοι σοι καὶ συνδεδεμένοι τῷ τῆς ἀγάπης νόμῳ. Ὅτι γάρ σου τῶν σφοδροτάτων ἀεὶ γεγόναμεν ἐραστῶν, οἶσθα καὶ αὐτὸς σαφῶ, δέσποτά μου αἰδεσιμώτατε καὶ θαυμασιώτατε. ∆ιὸ παρακαλῶ τῶν ἀποσταλέντων ἕνεκα μηδὲν ἀλγῆσαι πρὸς ἡμᾶς. Τρυγήσαντες γὰρ καὶ καρπωσάμενοι τὴν ἐξ αὐτῶν τιμὴν, αὐτὰ ἀπεστάλκαμεν οὐκ ἐξ ὀλιγωρίας, οὐδὲ ἐκ τοῦ μὴ θαῤῥεῖν σου τῇ εὐγενείᾳ, ἀλλὰ διὰ τὸ μὴ καθεστάναι ἐν χρείᾳ. Ὃ δὴ καὶ ἐφ' ἑτέρων πολλῶν πεποιήκαμεν. Καὶ γὰρ καὶ ἕτεροι πολλοὶ καὶ τῆς σῆς εὐγενείας ἄξιοι, καὶ σφόδρα ἡμῶν ἐκκαιόμενοι, ὡς ἔξεστί σου τῇ θαυμασιότητι μανθάνειν, τὸ αὐτὸ δὴ τοῦτο πεποιήκασι, καὶ ἤρκεσε πρὸς αὐτοὺς ἡμῖν αὕτη ἡ ἀπολογία, ἣν καὶ αὐτὸν προσέσθαι παρακαλοῦμεν. Εἰ γὰρ δὴ κατασταίημεν ἐν χρείᾳ, μετὰ πολλῆς ἀπαιτήσομεν, καθάπερ ἐξ ἰδίων, μετὰ πλείονος τῆς παῤῥησίας, καὶ τοῦτο ὄψει διὰ τῆς πείρας αὐτῆς. ∆εξάμενος τοίνυν αὐτὰ, φύλαττε μετὰ ἀκριβείας, ἵν' εἴποτε καιρὸς καλέσειεν, μετὰ τοῦ θαῤῥεῖν αὐτὰ ἀπαιτήσωμεν παρὰ τῆς σῆς θαυμασιότητος. ΝΑʹ. Τῷ αὐτῷ. Μετὰ τὸ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἰδὼν τὸν τιμιώτατον καὶ εὐλαβέστατον Ἀφραάτην προσηλωμένον ἡμῖν, καὶ οὐκ ἀνεχόμενον οὔτε ἀπᾶραι ἐντεῦθεν, καὶ ἀπειλοῦντα μήτε γράμματα δέχεσθαι παρ' ἡμῶν, εἰ μὴ ἀπολάβοιμι τὰ ἀποσταλέντα, ἐπέθηκα τύπον τῷ πράγματι σφόδρα κεχαρισμένον τῇ εὐγενείᾳ σου, καὶ ἀναπαύοντά σου τὴν ἐμμέλειαν, ὃν παρ' αὐτοῦ μαθὼν, κέλευσον διάκονον γενέσθαι τῆς καλῆς ταύτης οἰκονομίας. Οἶσθα γὰρ ἡλίκον ἔσται τοῦ πράγματος τὸ κέρδος καὶ διὰ τῆς παρουσίας τούτου τῆς εἰς τὴν Φοινίκην, καὶ διὰ τῆς φιλοτιμίας τῆς σῆς μεγαλοπρεπείας. Καὶ ἀμφοτέρων τούτων αὐτὸς λήψῃ τὸν μισθὸν, ἅτε τοσαύτην δαψίλειαν ἐπιδεικνύμενος περὶ τοὺς ἐν Φοινίκῃ κατηχοῦντας τοὺς Ἕλληνας, καὶ περὶ τὴν οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐσπουδακότας, καὶ ἄνδρα τοιοῦτον ἀναστήσας, καὶ πέμψας εἰς παράκλησιν αὐτῶν, καὶ μάλιστα νῦν ἐν τοσαύτῃ δυσκο52.637 λίᾳ καθεστηκότων, καὶ παρὰ πολλῶν πολεμουμένων. Ἐννοήσας τοίνυν τοῦ κατορθώματος τὸν ὄγκον, μὴ ἀφῇς μηδὲ μικρὸν αὐτὸν ἀναβάλλεσθαι, ἀλλ' ἀμελλητὶ τῆς ὁδοῦ ταύτης ἅψασθαι παρασκεύασον, πολλὴν σαυτῷ διὰ τῆς καλῆς ταύτης σπουδῆς, δέσποτά μου θαυμασιώτατε, προαποτιθέμενος παρὰ τῷ φιλανθρώπῳ Θεῷ τὴν ἀμοιβήν. ΝΒʹ. Ἀδολίᾳ. Ὅτι μὲν ἠῤῥώστησας, ἔγνωμεν, καὶ ὅτι χαλεπῶς ἠῤῥώστησας, καὶ πρὸς αὐτὰς ἦλθες τοῦ θανάτου τὰς πύλας· ἀλλὰ καὶ ὅτι ἀνήνεγκας ἐκ τῆς ἀῤῥωστίας, καὶ τοῦ κινδύνου λοιπὸν ἀπαλλαγεῖσα πρὸς ὑγείαν ὁδεύεις. Ἀλλ' οὐ παρὰ τῶν σῶν γραμμάτων ἔμαθόν τι τούτων, διὸ καὶ σφόδρα ἤλγησα· ἀλλ' ἑτέρωθεν, καὶ παρ' ἑτέρων. Πλὴν ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν τὸ τῆς ἀῤῥωστίας ἀπηλλάχθαι σου τὴν εὐλάβειαν. Οὐ μὴν, ἐπειδὴ ἀρκεῖ, πράως φέρομεν τὴν μακράν σου ταύτην σιγήν. Ἐβουλόμεθα γὰρ, καθάπερ καὶ αὐτὴ οἶσθα, καὶ