1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

16

ἡμετέρας ὀλιγωρίας, ἀλλὰ τῆς τῶν πραγμάτων 52.645 δυσκολίας ἡ σιγὴ γίνεται. Ταῦτα δὲ εἶπον, ἵνα καὶ γραφόντων ἡμῶν, καὶ σιγώντων, τὴν αὐτὴν περὶ τῆς ἡμετέρας ἀγάπης τῆς περὶ ὑμᾶς φέρητε ψῆφον. Ἡμεῖς γὰρ ὅπουπερ ἂν ὦμεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ τὴν μνήμην τὴν ὑμετέραν πανταχοῦ περιφέρομεν. Καὶ νῦν δὲ χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι τὸν καλὸν μοναχὸν καὶ μετὰ τῆς πρεπούσης ὑμῖν εὐνοίας ὑπεδέξασθε, καὶ τοὺς βουλομένους ἀκαίρως πρὸς αὐτὸν φιλονεικεῖν ἡμερωτέρους πεποιήκατε. Οὐκ ἄρα μάτην ἔλεγον, οὐδὲ κολακεύων ὑμᾶς, ὅτι κἂν μυρία πανταχόθεν ἐγείρηται κύματα, ἐν γαλήνῃ τὰ ὑμέτερα. Οἱ γὰρ οὕτω ῥᾳδίως ἑτέροις ναυάγια διαλύοντες, εὔδηλον ὅτι πόῤῥω τῶν κλυδωνίων ἑστήκατε. Γράφετε δὴ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας. Ἴστε γὰρ ὅπως ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν. Τοσαύτην γὰρ ἔχει τὴν ἰσχὺν τὰ γράμματα ὑμῶν, τὰ τὴν ῥῶσιν ὑμῶν ἡμῖν ἀπαγγέλλοντα, ὅτι καὶ τοσούτοις περιεστοιχισμένοι δεινοῖς, πολέμοις, θορύβοις, ταραχαῖς, θανάτοις καθημερινοῖς, ἡνίκα ἂν τοσαύτας ὑμῶν δεξώμεθα ἐπιστολὰς, καὶ ἀναπτερούμεθα ὑπὸ τῆς ἡδονῆς, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παραμυθίαν. Τοιοῦτον γὰρ τὸ φιλεῖν γνησίως, ὡς καὶ διὰ γραμμάτων δύνασθαι τῶν τὰ τοιαῦτα εὐαγγέλια ἐχόντων τοὺς τῷ σώματι κεχωρισμένους ἀνακτᾶσθαι ῥᾳδίως. ΞΖʹ. Θεοδότῳ διακόνῳ. Αὐτὸς μὲν, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, τῶν γοῦν ἐν Ἀρμενίᾳ ἀπηλλάγης κακῶν, ἡμᾶς δὲ μετὰ τῶν ἐνταῦθα θορύβων, μᾶλλον δὲ τῶν θανάτων τῶν καθημερινῶν, οὐχ ὡς ἔτυχε λυπεῖ καὶ τὸ τῆς σῆς κεχωρίσθαι γλυκύτητος, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς διαθέσεως. Γέγονε δὲ καὶ ἑτέρα λύπης ταύτης προσθήκη, ἡ μακρά σου τῆς ἐμμελείας σιγή. Ἐξ οὗ γὰρ ἐντεῦθεν ἀπῆρας, δευτέραν ταύτην ἐδεξάμεθα μόνην ἐπιστολήν· καὶ ταῦτα οὐκ ἐγκαλῶν λέγω, ἀλλ' ἀλγῶν. Ὅτι μὲν γὰρ ἄβατος ὁδοιπόροις ἡ ἐνταῦθα φέρουσα ὁδὸς, οὐδεὶς ἀγνοεῖ· ἀλλὰ τοῦτο μὲν εἰς ἀπολογίαν σὴν ἀποχρῶν ἂν εἴη, εἰς δὲ ἡμετέραν παραμυθίαν οὐδαμῶς· ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀλγοῦμεν, ὅτι καὶ τὴν λειπομένην ἡμῖν παραψυχὴν τῆς ἀποδημίας τῆς σῆς καὶ ταύτην ἀφῃρήμεθα. Ἐπεὶ οὖν τοῦτο λυθῆναι τέως οὐκ ἔνι τὸ ἄπορον, ἀλλ' ἐπιτείνεται καθ' ἑκάστην ἡμέραν τὰ δεινὰ, ἑτέρῳ τρόπῳ τὴν ἐκ τῆς μακρᾶς σιγῆς ἀθυμίαν ἐγγινομένην ἡμῖν παραμυθήσασθαι παρακλήθητι, μεμνημένος τε ἡμῶν διηνεκῶς, καὶ ἡνίκα ἂν γράφῃς, μακροτέρας ποιῶν τὰς ἐπιστολὰς, καὶ τοῖς περὶ τῆς σῆς ὑγείας τε καὶ εὐθυμίας καὶ ἀσφαλείας ἐνδιατρίβων διηγήμασιν. Οὕτω γὰρ δυνήσῃ τὸ λεῖπον ἡμῖν ἐκ τοῦ χρόνου, ἐκ τοῦ μήκους παραμυθήσασθαι τῶν ἐπιστολῶν. ΞΗʹ. Τῷ αὐτῷ. Καὶ τοῦτο σὸν τοῦ θερμοτάτου καὶ σφοδροῦ ἡμῶν ἐραστοῦ. Μετὰ μὲν τὸ τὴν προτέραν ἀναγνῶναι ἐπιστολὴν, ἐδεξάμην καὶ δευτέραν, ἐν μιᾷ ἀμφοτέρας ἡμέρᾳ, καὶ σφόδρα ἥσθην. Εἶχε γάρ τι πλέον ἡ δευ52.646 τέρα, οὐχὶ ῥήματα σὰ μόνον, ἀλλὰ καὶ γράμματα σὰ ἡμῖν ἐπιδεικνῦσα· ὃ καὶ προσθήκην ἡμῖν πεποίηκεν ἡδονῆς, ὅτι μὴ τῆς ψυχῆς σου μόνον τῆς θερμῆς καὶ γνησίας, ἀλλὰ καὶ τῆς δεξιᾶς μετὰ δαψιλείας τὴν εἰκόνα ἐθεασάμεθα. Ποίει δὴ τοῦτο συνεχῶς, καὶ τὴν παραμυθίαν, ἣν αὐτὸς ἡμῖν καὶ τοῦτον ἐπενόησας τὸν τρόπον, μετὰ δαψιλείας πάρεχε. Ἐνταῦθα γάρ σε ἑλκύσαι λοιπὸν οὐ τολμῶμεν· τοσαῦτα τῆς Ἀρμενίας τὰ κακὰ, καὶ χειμὼν ἕτερος ἅπαντα διεδέξατο. Ὅπου γὰρ ἄν τις ἀφίκηται, χειμάῤῥους αἱμάτων, πλῆθος σωμάτων νεκρῶν, οἰκίας κατεσκαμμένας, πόλεις ἀνηρημένας ὄψεται. Ἡμεῖς δὲ δοκοῦμεν ἐν ἀσφαλείᾳ εἶναι ὥσπερ ἐν δεσμωτηρίῳ χαλεπῷ, τῷ φρουρίῳ τούτῳ κατακεκλεισμένοι· οὐ μὴν ἀδείας ἀπολαύειν δυνάμεθα, διὰ τοὺς καθημερινοὺς φόβους, διὰ τὰς φήμας τῶν θανάτων γεμούσας, διὰ τὴν συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, οὐ μικρὰν καὶ ἐν τοσαύτῃ περιστάσει καρπούμεθα παραμυθίαν, ὅταν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενα ἡμᾶς δεχώμεθα γράμματα. ΞΘʹ. Νικολάῳ πρεσβυτέρῳ. Καὶ τοῦτο τῆς