1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

18

τῶν κατὰ τὸν παρόντα βίον κυμάτων ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθὰ, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ. Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχὴν, καθάπερ γεωργὸς ἄριστος καρπὸν ὥριμον, τῷ κοινῷ πάντων παρέστησας ∆εσπότῃ. Ταῦτα καὶ τὰ ἐκ τῶν τοιούτων λογισμῶν ἐπιτιθεὶς φάρμακα καὶ σαυτῷ, καὶ τῇ κυρίᾳ μου τῇ κοσμιωτάτῃ μητρὶ αὐτῆς, πλεόναζε τὸν ὑπὲρ τούτων ἀποκείμενον ὑμῖν μισθόν· ἵνα μὴ μόνον 52.648 τῆς καλλίστης ἀνατροφῆς, ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν. ΟΒʹ. Ἀλφίῳ. Ἡμεῖς εἰ καὶ πόῤῥω σου καθήμεθα, ἀλλ' ἀκούοντές σου τὰ κατορθώματα, καὶ τὴν πολλὴν μεγαλοψυχίαν, ἣν περὶ τοὺς δεομένους ἐπιδείκνυσαι, σκιρτῶμεν, εὐφραινόμεθα, χαίρομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ κατ' ὄψιν συντυχεῖν σου τῇ τιμιότητι, καὶ πολλὰς παρόντι παρόντας ὁμολογῆσαί σοι χάριτας. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διὰ τὸ τὰ Ἰσαυρικὰ μὲν ἐπιταθῆναι πλέον, καὶ πᾶσαν ἀποτετειχίσθαι τὴν ὁδόν· εὖ γὰρ οἶδ' ὅτι εἰ μὴ τοῦτο ἦν, καὶ αὐτὸς παρεγένου, καὶ πολλὴν ἐποιήσω σπουδὴν δραμεῖν ἕως ἡμῶν· ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐ δυνατὸν, καὶ γράφομεν, καὶ προσαγορεύομέν σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, ἐπιστέλλειν ἡμῖν, καὶ τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς ἡμῖν εὐαγγελίζεσθαι. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐνταῦθα καθήμενοι, ἀπὸ τῶν τοιούτων γραμμάτων τῆς σῆς τιμιότητος καρπωσόμεθα τὴν παράκλησιν. ΟΓʹ. Ἀγαπητῷ. Εἰ καὶ πολὺς μεταξὺ χρόνος, ἐξ οὗ τῆς θαυμασιότητος ἐχωρίσθημεν τῆς σῆς, καὶ τῆς ὁδοῦ δὲ αὐτῆς πολὺ τὸ μέσον τὸ διεῖργον ἡμᾶς, ἀλλ' ὅμως τῇ ἀγάπῃ συνδεδέμεθά σοι, καὶ πλησίον σου διατρίβομεν, μᾶλλον δὲ καὶ ἐν αὐτῇ σε ἔχομεν τῇ διανοίᾳ, πανταχοῦ περιφέροντες ὅπουπερ ἂν ὦμεν. Καὶ τὴν ἐξ ἀρχῆς σοι πρὸς ἡμᾶς γεγενημένην φιλίαν, τὴν θερμὴν καὶ γνησίαν, τὴν σφοδρὰν καὶ ἀκλινῆ ἐγκολάψαντες ἡμῶν ἔχομεν τῷ συνειδότι. Καὶ αὐτοὶ δὲ ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν διατηροῦμεν, δέσποτα τιμιώτατε καὶ θαυμασιώτατε, οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, οὐδὲ ἀπὸ τοῦ μήκους τοῦ κατὰ τὴν ὁδὸν ἀφιέντες αὐτὴν ἀσθενεστέραν γενέσθαι. Παρακαλῶ τοίνυν, ἡνίκα ἂν ἐξῇ, καὶ γράφειν ἡμῖν συνεχῶς μὴ κατόκνει περὶ τῆς ὑγιείας τῆς σῆς. Οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, καὶ ἡλίκην ἡμῖν χαριῇ χάριν, τοιαῦτα πρὸς ἡμᾶς διαπεμπόμενος γράμματα. Ο∆ʹ. Ἡσυχίῳ. Ἐγὼ μέν σε καὶ ἰδεῖν ἐπεθύμουν, καὶ οὐκ ἄν με ἐκώλυσεν οὔτε ὁ τῶν Ἰσαύρων φόβος, οὔτε ἡ τοῦ σώματος ἀσθένεια, εἴ γε ἐπ' ἐμοὶ τὸ κινεῖσθαι, ὅπουπερ ἐβουλόμην, ἔκειτο· σὲ δὲ, καίτοι κύριον ὄντα τούτου, οὐδὲ οὕτως ἔλκω, οὐδὲ ἀναστῆναι οἴδοθεν παρακαλῶ, καὶ πρὸς ἡμᾶς δραμεῖν. Ἀλλὰ καὶ τῆς ὥρας τοῦ ἔτους τοῦτο ἐπιτρεπούσης, καὶ τῆς ἀποδημίας δι' ὀλίγου σοι γινομένης οὐ γὰρ πολλῷ διειργόμεθα τῷ μέσῳ, ὅμως ἑλκύσαι σε ἐνταῦθα οὐκ ἂν ἑλοίμην, διὰ τὸν τῶν Ἰσαύρων φόβον. Παρακαλῶ δὲ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας ἐπιστέλλειν τῆς σῆς· οὐ γὰρ δήπου καὶ πρὸς τοῦτο κώλυμα τῶν λῃστῶν ἔσται σοι ἡ καταδρομή. ∆ίδου δὴ ταύτην ἡμῖν 52.649 τὴν χάριν, ῥᾳδίαν τε οὖσαν, καὶ εὔκολον, καὶ πολ52.649 λὴν παρέχουσαν ἡμῖν τὴν εὐφροσύνην. Οἶσθα γὰρ ἡλίκα ἡμῖν χαριῇ, ταύτην περὶ ἡμᾶς ἐπιδεικνύμενος τὴν φιλοτιμίαν. ΟΕʹ. Ἁρματίῳ. Τί τοῦτο; Ἵνα μὲν μετὰ ἀδείας ἐπιτάττωμεν τοῖς σοὶ προσήκουσιν ἀνθρώποις, ἐν οἷς ἂν δεώμεθα, πολλὴν παρέσχες τὴν ἐξουσίαν· οὗ δὲ μάλιστα ἐδεόμεθα, τούτου ἡμᾶς ἀπεστέρησας, τῶν γραμμάτων λέγω τῶν σῶν, τῶν περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων. Οὐκ οἶσθα ὅτι τοῖς μάλιστα φιλοῦσι γνησίως τοῦτο μάλιστα περισπούδαστον καὶ ποθεινὸν, καθάπερ οὖν καὶ ἡμῖν νῦν; Εἰ τοίνυν βούλει ἡμῖν χαρίσασθαι, δέσποτά μου τιμιώτατε, ἀφεὶς τὸ κελεύειν τοῖς σοῖς ἀνθρώποις θεραπεύειν ἡμᾶς ἐν ταῖς χρείαις ταῖς σωματικαῖς οὐδενὸς γὰρ δεόμεθα τούτων, ἀλλὰ πάντα ἡμῖν ὡς ἐκ πηγῶν ἐπιῤῥεῖ, αὐτὸς διὰ χάρτου μικροῦ καὶ μέλανος τὴν μεγίστην ἡμῖν πάρεχε χάριν, καὶ