1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

26

ἔστιν ἰδεῖν νῦν, καὶ τῶν ἐπιβουλευόντων ὑμῖν εἰκῆ καὶ μάτην. Ὑμῖν μὲν γὰρ καὶ ἡ παρὰ τῷ Θεῷ παῤῥησία καὶ ἡ παρ' ἀνθρώποις δόξα πλείων ἐντεῦθεν γίνεται, ἐκείνοις δὲ κρῖμα, καὶ αἰσχύνη, καὶ ὄνειδος. Ἐπεὶ καὶ τοιοῦτον ἡ ἀρετὴ, καὶ τοιοῦτον ἡ κακία· ἡ μὲν καὶ πολεμουμένη μειζόνως ἀνθεῖ, αὐτὴ δὲ καὶ πολεμοῦσα ἀσθενεστέρα γίνεται, καὶ ταύτῃ μάλιστα καταλύεται. Μεγίστην τοίνυν ἔχουσαι παράκλησιν τῶν γινομένων τὴν ὑπόθεσιν, χαίρετε καὶ εὐφραίνεσθε, καὶ κραταιοῦσθε. Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Καὶ τὰ μὲν λυπηρὰ τοιαῦτα παρ52.660 οδεύεται, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ· τὰ δὲ ἐντεῦθεν ἔπαθλα ἀθάνατα μένει. Καὶ πρὸ τῶν ἐπάθλων δὲ ἐκείνων, οὐ μικρὰν καὶ ἐντεῦθεν καρποῦσθε ἡδονὴν, τῇ ἐλπίδι τοῦ χρηστοῦ συνειδότος, καὶ προσδοκίᾳ στεφάνων ἐκείνων τρεφόμεναι. Ταῦτα οἶδ' ὅτι καὶ πρὸ τῶν ἡμετέρων οἶσθα γραμμάτων· ἀλλ' ἵνα μακρὰν ποιήσωμεν τὴν ἐπιστολὴν, ἐξέτεινα τὴν παράκλησιν. Εὖ γε γὰρ οἶδ' ὅτι σφόδρα ἡμῶν τῶν γραμμάτων ἐρᾷς, καὶ μεθ' ὑπερβολῆς σφόδρα· καὶ τοῦτο οἶμαι αἴτιον εἶναι τοῦ συνεχῶς ἡμῖν ἐγκαλεῖν, ὅτι μὴ πολλάκις ἐπεστάλκαμεν. Οὐ γὰρ δυνάμεθά σου κορέσαι τὴν ἐπιθυμίαν, κἂν καθ' ἑκάστην πέμπωμεν γράμματα, διὰ τὸ σφόδρα ἡμῶν ἐκκρέμασθαι τῶν ἐπιστολῶν. Ὁ Θεός σοι τὸν μισθὸν δῷ καὶ τὴν ἀμοιβὴν τῆς τοσαύτης περὶ ἡμᾶς ἀγάπης, καὶ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἡμεῖς μέντοι οὐ διαλιμπάνομεν διὰ τῶν ἐμπιπτόντων συνεχῶς ἐπιστέλλοντες· ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες, καὶ τῇ σῇ ψυχῇ συνεχῶς διὰ τῶν γραμμάτων προσαγορεύοντες. Καὶ γὰρ τὴν ἀγάπην, ἣν ἐνέθηκας ἡμῖν ἐξ ἀρχῆς, ταύτην διηνεκῶς ἀκμάζουσαν διατηροῦμεν· κἂν πλείονα τούτου πάλιν ἀπολειφθῶμεν ὑμῖν χρόνον, οὐδὲ ἐντεῦθεν αὐτὴ ἀμαυροτέρα γίνεται. Ἐν γὰρ διανοίᾳ πανταχοῦ περιφέρομεν ὑμᾶς, ἐκπληττόμενοι τὸ ἀπερίτρεπτον ὑμῶν τῆς γνώμης καὶ τὴν πολλὴν ἀνδρείαν. Γράφε δὴ καὶ αὐτὴ συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζομένη καὶ τοῦ οἴκου σου παντὸς, ἵνα πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. Ζʹ. Ὑπατίῳ πρεσβυτέρῳ. Οἶδας καὶ αὐτὸς, κύριέ μου τιμιώτατε, ὅσον ὑμῖν φέρει μισθὸν τὰ διὰ τὸν Θεὸν παθήματα, ἡλίκα βραβεῖα, οἵους στεφάνους· μηδὲν οὖν σε θορυβείτω τῶν γινομένων, ἐπείπερ τοὺς ποιοῦντας κακῶς θρηνεῖν δεῖ. Ἐκεῖνοι γάρ εἰσιν οἱ μυρίαν κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύοντες κόλασιν. Αὐτὸς τοίνυν, καθώς σοι πρέπον ἐστὶ, τῇ προσηκούσῃ κεχρημένος ἀνδρείᾳ, ἀράχνης εὐτελέστερον διάσπα τὰ ἐκείνων μηχανήματα καὶ τὰς ἐπιβουλὰς, καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος. Πολλὴν γὰρ δεξόμεθα παράκλησιν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, τοιαῦτα παρὰ τῆς τιμιότητός σου δεχόμενοι γράμματα. Ηʹ. Χαλκιδίᾳ. Οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, μαθόντες ἐν τοσαύτῃ σε ἀῤῥωστίᾳ εἶναι. Οἶσθα γὰρ ὅπως ἀντεχόμεθά σου τῆς ὑγιείας, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη. Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν. Οὐδὲ γὰρ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, ὅταν ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς γνησίως περὶ τῆς ὑγείας καὶ εὐθυμίας 52.661 μανθάνωμεν. Εἰδυῖα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοιαύτην πέμπουσα ἐπιστολὴν, μὴ μελλήσῃς, μηδὲ ὑπερθῇ, ἀλλ' εὐθέως τοῦτο ποιῆσαι παρακλήθητι, ἵν' ὥσπερ νῦν ὑπὸ τῆς ἀθυμίας συνέχεας ἡμᾶς τὴν ἀῤῥωστίαν εἰποῦσα, οὕτως τὴν ὑγείαν ἀπαγγείλασα τὴν σὴν, πολλῆς ἡμᾶς ἐμπλησθῆναι ποιήσῃς τῆς ἡδονῆς. Θʹ. Ἀσυγκριτίᾳ. Ἐμοὶ μὲν περισπούδαστον τὸ συνεχῶς ὑμῖν ἐπιστέλλειν· τῆς γὰρ διαθέσεως ὑμῶν, καὶ τῆς αἰδοῦς, καὶ τῆς τιμῆς, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπεδείξασθε, ὅπουπερ ἂν ἀφικώμεθα, ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ἔχομεν ὑμῶν διηνεκῶς τὴν