1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

28

ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν εὐφροσύνην. ΡΓʹ. Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ. Μακρῷ μὲν διῴκισμαι τῷ μήκει τῆς ὁδοῦ τῆς ὑμετέρας τιμιότητος, τὰς δὲ ἀνδραγαθίας ὑμῶν καὶ τὰς ἀριστείας τῶν παρόντων οὐκ ἔλαττον ἔμαθον, καὶ σφόδρα συνήσθην ὑμῖν τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης, καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας, τῆς ἐλευθεροστομίας, τῆς παῤῥησίας. ∆ιὰ ταῦτα μακαρίζων ὑμᾶς οὐ παύομαι ὑπέρ τε τῶν παρόντων, ὑπέρ τε τῶν μελλόντων ὑμᾶς ὑποδέξασθαι ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀποῤῥήτων ἐκείνων, καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων. Σφόδρα δὲ ἡμᾶς ἐλύπησας ἐκ τοσούτου καθημένους 52.663 διαστήματος, οὐδὲ ἐπιστεῖλαι καταδεξαμένη. Καὶ οἶδα μὲν ὅτι οὐκ ἐκ ῥᾳθυμίας τοῦτο γέγονεν· ἐπίσταμαι γὰρ καὶ γραφούσης ἡμῖν, καὶ σιγώσης, τὴν θερμὴν καὶ γνησίαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἄδολον, τὴν ἰσχυρὰν καὶ στεῤῥάν· ἀλλὰ διὰ τὸ μηδένα εἶναι τὸν ὑπογράφοντα. Πλὴν ἀλλὰ καὶ οὕτως ἐχρῆν τῇ ἐγχωρίῳ σου γλώττῃ ἡμῖν ἐπιστεῖλαι, καὶ τῇ χειρὶ τῇ σῇ. Σφόδρα γὰρ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα, τοῦ συνεχῶς ἐπιστολὰς δέχεσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς, ὥστε καθ' ἑκάστην ἡμέραν μανθάνειν ἡμᾶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς· καὶ οὐ μικρὰν τῆς τοσαύτης ἐρημίας καὶ τῶν ἐνταῦθα περιστάσεων παράκλησιν ταύτην ἔχομεν. Εἰδυῖα τοίνυν, δέσποινά μου τιμιωτάτη καὶ εὐλαβεστάτη, ὅσην ἐπιθυμίαν ἔχομεν τούτου, μὴ διαλίπῃς τὴν καλὴν ταύτην ἡμῖν χαριζομένη χάριν. Καὶ γὰρ πολλοὶ πολλαχόθεν ἐκεῖθεν ἦλθον. Ἀλλ' οὐκ ἐγκαλῶ ἐκείνων ἕνεκεν, διὰ τί μὴ γράμματα ἡμῖν ἐκόμισαν παρὰ τῆς σῆς κοσμιότητος· εἰκὸς γὰρ αὐτοὺς ἀγνοεῖσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς. Νῦν μέντοι ὅτε ἐξῆν μετ' εὐκολίας πάσης ἐπιστεῖλαι, καὶ μάλιστα τοιούτων γεγενημένων αὐτόθι, σφόδρα ἐπεθύμουν δέξασθαι γράμματα. Ἀνάκτησαι τοίνυν τὸ ἐν τῷ παρελθόντι χρόνῳ ῥᾳθυμηθὲν, καὶ πυκνότητι, καὶ νιφάδι ἐπιστολῶν τὸ μῆκος τῆς ἔμπροσθεν ἡμῖν παραμύθησαι σιγῆς. Ρ∆ʹ. Πενταδίᾳ διακόνῳ. Τῶν μὲν στεφάνων σε μακαρίζω, οὓς ἀνεδήσω καὶ νῦν, διὰ τῆς ἀνδρείας πάντα ἑλομένη παθεῖν ὑπὲρ τῆς ἀληθείας. ∆ιὰ τοῦτο καὶ τὸν Θεὸν ὑπερασπίζοντά σου ἔχεις μετὰ πολλῆς τῆς σφοδρότητος. Ἕως γὰρ θανάτου, φησὶν, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ ὁ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ὅπερ καὶ γέγονε. Μέχρι γὰρ τοσούτου δραμοῦσα τὸν καλὸν τοῦτον ἀγῶνα, πολλὰ ἄνωθεν ἐπεσπάσω τὰ βραβεῖα· τούτου μὲν οὖν ἕνεκεν χαίρω. Ἐπειδὴ δὲ ἔγνων, ὅτι βουλεύῃ περὶ ἀποδημίας, καὶ μεταστῆναι ἐκεῖθεν βούλει, παρακαλῶ σου τὴν τιμιότητα μηδὲν τοιοῦτον ἐννοῆσαι μηδὲ βουλεύσασθαι. Πρῶτον μὲν δι' αὐτὸ τοῦτο, ὅτι δὴ στήριγμα τῆς πόλεως εἶ τῆς αὐτόθι, καὶ λιμὴν εὐρὺς, καὶ βακτηρία, καὶ τεῖχος ἀσφαλὲς τοῖς καταπονουμένοις. Μηδὲ τοσαύτην ἀπὸ τῶν χειρῶν ἐμπορίαν ῥίψῃς, μηδὲ τοσοῦτον πρόῃ κέρδος, τοσούτους καθ' ἑκάστην ἡμέραν συνάγουσα θησαυροὺς ἀπὸ τῆς παρουσίας τῆς αὐτόθι. Οἵ τε γὰρ ὁρῶντες, οἵ τε ἀκούοντές σου τὰ κατορθώματα, οὐ μικρὰ κερδαίνουσιν. Οἶσθα δὲ ἡλίκον τοῦτο φέρει σοι τὸν μισθόν. Πρῶτον μὲν, ὅπερ ἔφην, διὰ τοῦτο παρακαλοῦμεν αὐτόθι μένειν· καὶ γὰρ πεῖραν οὐ μικρὰν δέδωκας τῆς ὠφελείας, ἣν παρέσχες διὰ τῆς αὐτόθι παραμονῆς. Ἔπειτα δὲ οὐδὲ ἡ τοῦ ἔτους ὥρα ἐπιτρέπει τοῦτο. Οἶσθα γάρ σου τοῦ σώματος τὴν ἀσθένειαν, καὶ πῶς οὐ ῥᾴδιόν σοι κινεῖσθαι ἐν κρυμῷ τοσούτῳ καὶ χειμῶνι. Πρὸς τούτοις, ὡς ἀκούομεν, καὶ τὰ Ἰσαυρικὰ ἀνθεῖ. Πάντα τοίνυν ταῦτα λογισαμένη ὡς συνετὴ, μηδαμοῦ τέως κινεῖσθαι καταδέχου, καὶ περὶ τούτου γράψαι ἡμῖν διὰ ταχέων παρακλήθητι, καὶ περὶ τῆς ὑγείας συνεχῶς δήλου τῆς σῆς. Ἐπεὶ καὶ νῦν 52.664 ἠλγήσαμεν, μὴ δεξάμενοι γράμματά σου τῆς τιμιότητος, καὶ ἐν φροντίδι καθεστήκαμεν, μήποτε ἀῤῥωστία τοῦτο διεκώλυσεν. Ἵν' οὖν καὶ ταύτην ἀνέλῃς ἡμῶν τὴν φροντίδα, ταχέως ἡμῖν πέμψον ἐπιστολὴν ταῦτα δηλοῦσαν. ΡΕʹ. Χαλκιδίᾳ. Ὁ Θεός σοι τὸν μισθὸν δῴη καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς περὶ ἡμᾶς αἰδοῦς, καὶ τιμῆς, καὶ γνησίας ἀγάπης. Οὐδὲ γὰρ νῦν μόνον, ἀλλὰ καὶ ἄνωθεν, καὶ ἐξ