1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

29

ἀρχῆς οἶδα σαφῶς, ὅπως περὶ ἡμᾶς διατεθῆναι ἐσπούδακας. ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας· ἀλλὰ τὴν ἀγάπην, ἣν ἐξ ἀρχῆς καὶ περὶ σὲ καὶ περὶ τὸν οἶκόν σου ἔσχηκα, ταύτην ἀκμάζουσαν διατηρῶ καὶ νῦν, οὐδὲν οὐδὲ ἀπὸ τοῦ χρόνου, οὐδὲ ἀπὸ τοῦ μήκους τῆς ὁδοῦ μαραίνεσθαι αὐτὴν ἀφείς. Τοιοῦτον γάρ ἐστι τὸ ἀγαπᾷν γνησίως. Καί σε παρακαλῶ κατὰ τὴν σύνεσίν σου καὶ τὴν εὐλάβειαν, φέρειν τὰ συμπίπτοντα ἅπαντα γενναίως. Οἶσθα γὰρ ὅτι ἐκ πρώτης ἡλικίας μέχρι τοῦ νῦν διὰ ποικίλων καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου τοὺς στεφάνους. Εἰ δὲ μείζων οὗτος τῶν παρελθόντων, ἀλλὰ καὶ ὁ στέφανος πλείων. Μηδὲν οὖν σε ταραττέτω τῶν ἐπαγομένων δεινῶν· ἀλλ' ὅσῳπερ ἂν αὔξηται τὰ κύματα, καὶ μεῖζον γένηται τὸ κλυδώνιον, τοσούτῳ μείζονα ἀνάμενε τὴν ἐμπορίαν, καὶ πολλῷ πλείονα τὰ ἔπαθλα τῶν ἱδρώτων, καὶ μείζονα, καὶ λαμπρότερα. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὁδὸς γὰρ τὰ παρόντα, καὶ τὰ χρηστὰ, καὶ τὰ λυπηρὰ τοῦ βίου τούτου, καὶ ἑκάτερα ὁμοίως παροδεύεται, καὶ οὐδὲν αὐτῶν πάγιον, οὐδὲ βεβηκὸς, ἀλλὰ μιμεῖται τὴν φύσιν, ὁμοῦ τε φαινόμενα, καὶ παρατρέχοντα. Καθάπερ οὖν ὁδῖται καὶ ὁδοιπόροι ἄν τε διὰ λειμώνων ὁδεύωσιν, ἄν τε διὰ φαράγγων, οὐδεμίαν οὐδὲ ἐντεῦθεν καρποῦνται τὴν ἡδονὴν, οὐδὲ ἐκεῖθεν ὑπομένουσι λύπην· ὁδῖται γάρ εἰσιν, οὐχὶ πολῖται, ἑκάτερα παρατρέχοντες, καὶ πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπειγόμενοι· οὕτω παρακαλῶ καὶ ὑμᾶς μήτε πρὸς τὰ φαιδρὰ τοῦ παρόντος κεχηνέναι βίου, μήτε ὑπὸ τῶν λυπηρῶν καταβαπτίζεσθαι, ἀλλ' ἓν μόνον σκοπεῖν, ὅπως εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν πατρίδα μετὰ πολλῆς παραγένησθε τῆς παῤῥησίας. Ἐπειδήπερ τοῦτό ἐστι τὸ μένον καὶ πεπηγὸς καὶ ἀθάνατον ἀγαθὸν, τὰ δὲ ἄλλα πάντα, ἄνθος χόρτου καὶ καπνὸς, καὶ εἴ τι τούτων εὐτελέστερον. Ρʹ. Ἀσυγκριτίᾳ καὶ ταῖς σὺν αὐτῇ. Οἶδα τὴν ἀγάπην ὑμῶν καὶ τὴν διάθεσιν ἣν περὶ 52.665 ἡμᾶς ἔχειν ἐσπουδάκατε. Καὶ συνεχῶς ἐβουλόμην ἐπιστέλλειν· ἀλλ' ὁ τῶν Ἰσαύρων φόβος, πᾶσαν ἀποτειχίσας ὁδὸν, οὐκ ἀφίησιν εὐπορεῖν τῶν πρὸς τοῦτο διακονησομένων ἡμῖν. Ἡνίκα γοῦν ἂν ἐπιτύχωμεν τούτων, τὴν ὀφειλομένην ἀποδιδόαμεν ὑμῖν πρόσρησιν, τὰ συνήθη παρακαλοῦντες ὑμᾶς, μηδὲν θορυβεῖσθαι μηδὲ ταράττεσθαι ὑπὸ τῶν συνεχῶν τούτων καὶ ἐπαλλήλων πειρασμῶν. Εἰ γὰρ ἔμποροι καὶ ναῦται φορτίων ὀλίγων ἕνεκεν οὕτω μακρὰ διαβαίνουσι πελάγη, καὶ τοσούτων κατατολμῶσι κυμάτων· καὶ στρατιῶται δὲ καὶ αὐτῆς καταφρονοῦσι τῆς ζωῆς ὑπὲρ ἐπικήρου καὶ βραχέος μισθοῦ, καὶ ζῶντες μὲν καὶ λιμῷ μάχονται πολλάκις, καὶ ὁδοιπορίαις μακραῖς κατατείνονται, καὶ διηνεκῶς ἐπὶ τῆς ἀλλοτρίας διάγουσιν, ὕστερον δὲ καὶ ἄωρον καὶ βίαιον πολλοὶ τούτων ὑπομένουσι θάνατον, οὐδὲν ἐντεῦθεν οὐ μικρὸν, οὐ μέγα καρπωσάμενοι· ὅταν οὐράνιος ὁ ἆθλος προκέηται, καὶ μετὰ τὴν τελευτὴν μείζων ἡ ἀντίδοσις καὶ πολλῷ πλείων, ποίας τεύξονται συγγνώμης οἱ καταμαλακιζόμενοι, καὶ μὴ καὶ αὐτῆς καταφρονοῦντες τῆς ζωῆς; Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη φύλλων ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν. Ἔξεστι γὰρ, ἐὰν θέλῃς, καὶ τὴν βιωτικὴν καταπατῆσαι φαντασίαν. Ἓν σκόπει μόνον, ὅπως μετὰ πολλῆς τῆς σπουδῆς τὴν τεθλιμμένην ὁδὸν διανύσαι δυνηθῇς, τὴν πρὸς αὐτὸν ἀνάγουσαν. ΡΖʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ, καὶ Κυριακῷ, πρεσβυτέροις. Ὃ συμβαίνει τῷ χρυσίῳ βασανιζομένῳ πολλάκις ὑπὸ πυρὸς, τοῦτο καὶ ταῖς χρυσαῖς