1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

39

πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους, καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει· νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν ∆εσπότην ἡμῶν Χριστὸν, ὃς οὐ τέχνῃ περιγίνεται χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Ἀλλ' εἰ καὶ πολλάκις παρεκάλεσας, καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός. Μὴ 52.682 γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ, ἐξεπήδησεν ἔξω, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος, καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν δικαίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε, καὶ τὸν τύραννον ἐδυσώπησε, καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα; Μέγας ὁ Θεὸς, φησὶ, Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ. Καὶ ἰδοὺ πόσην ἀποτομίαν ἐνέθηκεν, εἴ τις λόγον εἴπῃ κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγὼ ὅτε ἐξηλαυνόμην ἀπὸ τῆς πόλεως, οὐδὲν τούτων οὐκ ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· Εἰ μὲν βούλεται ἡ βασί52.683 λισσα ἐξορίσαι, ἐξορίσῃ με· Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Καὶ εἰ βούλεται πρῖσαι, πρίσῃ με· τὸν Ἡσαΐαν ἔχω ὑπογραμμόν. Εἰ θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι με, τὸν Ἰωνᾶν ὑπομιμνήσκομαι. Εἴ με θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, τὸν ∆ανιὴλ ἐν λάκκῳ τοῖς λέουσι βεβλημένον ὑπομιμνήσκομαι. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· τὸν Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, λάβῃ· ἔχω Ἰωάννην τὸν Βαπτιστήν. Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητέρος μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· Πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει· καὶ, Εἰ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ ∆αυῒδ καθοπλίζει με λέγων, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Καὶ εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων, καὶ μὴ γραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι ἰδοὺ ἐὰν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβαλεῖ με Χριστὸς ἐκ τῆς βασιλείας αὐτοῦ. Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε· καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν, ὅτι μετὰ γυναικὸς ἐκοιμήθην. Ἀποδύσατέ μου τὸ σῶμα, καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ τὸν φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς; Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον, ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη, ποῖος δὲ ἀπήλαυσε. Τί ἔβλαψεν αὐτὸν ἡ πενία; Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; ποῦ οἱ δορυφόροι; ποῦ οἱ χρυσοχάλινοι ἵπποι; ποῦ οἱ παράσιτοι, καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι, γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων, καὶ κράζει κενῇ τῇ φωνῇ, Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ