1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

45

ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πανταχόθεν ἐλαυνόμενοι. Ὀψὲ δέ ποτε λωφησάντων μικρὸν τῶν ἐνταῦθα κακῶν, τὰς ἐρημίας ἀφέντες, ἐπὶ τὴν Ἀραβισσὸν κατεδράμομεν, ἀσφαλέστερον μὲν τῶν ἄλλων χωρίων τὸ ἐν αὐτῇ φρούριον εὑρόντες οὐδὲ γὰρ ἐν τῇ πόλει διάγομεν, ἐπειδήπερ οὐδὲ τοῦτο ἀσφαλὲς, δεσμωτηρίου δὲ παντὸς χείρονα ὑπομένοντες οἴκησιν. Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον, τῶν Ἰσαύρων πάντα ἐπιόντων, καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων, καὶ λιμὸν δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ. Καὶ ἀῤῥωστίαν δὲ μακρὰν τὴν ἀπὸ τοῦ χειμῶνος καὶ τῆς συνεχοῦς φυγῆς ἐγγενομένην ἡμῖν ὑπομείναντες, νῦν τὸ μὲν χαλεπὸν αὐτῆς διαπεφεύγαμεν, ὀλίγα δὲ αὐτῆς περιφέρομεν λείψανα. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς καὶ τηλικαύταις περιστάσεσι, μεγίστην καρπούμεθα παραμυθίαν ἐκ τῆς ὑμετέρας ἀγάπης, τῆς θερμῆς, καὶ γνησίας, καὶ ἀπεριτρέπτου. Ταῦτ' οὖν εἰδότες, συνεχῶς ἡμῖν εὐαγγελίζεσθαι περὶ τῆς ὑγιείας τῆς ὑμετέρας μὴ κατοκνεῖτε. Εἰ γὰρ καὶ ἐκ τοσούτου καθήμεθα διαστήματος, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει μετὰ πολλῆς ὑμῖν συνδεδέμεθα τῆς ἀκριβείας. Χάριν δὲ ἔχω σου πολλὴν τῇ τιμιότητι, ὅτι καὶ τῶν ἐν Φοινίκῃ πραγμάτων, καὶ ἐν τοσαύταις ὢν ταραχαῖς, πολλὴν ποιῇ σπουδήν. Ἂν οὖν τι πλέον ἐκεῖθεν ἐπαγγελθείη, δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Ἡμῖν γὰρ οὐδεὶς οὐδαμόθεν ταχέως ἐπιχωριάζειν ἀνέχεται, τῶν ὁδῶν 52.647 πανταχόθεν, τῶν ἐνταῦθα φερουσῶν, ἀποτετειχισμένων. Ἀλλ' ὅμως εἰ καὶ ἐργῶδες τὸ πέμπειν πρὸς ἡμᾶς συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τοῦτο ποίει, τά τε ἐκεῖθεν πάντα δηλῶν, καὶ περὶ τῆς ὑγιείας ὑμῶν γνωρίζων, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Οʹ. Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν. Ἐβουλόμην καὶ αὐτὸς παραγενομένους ὑμᾶς ἐνταῦθα ἰδεῖν· ἀλλ' ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν, μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα. Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες χαλεπῇ, ἀλλ' ὅμως εἰ καὶ πολλαὶ αἱ περιστάσεις, οὐ μικρὰν εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην. Εἰ γὰρ καὶ ὀλίγα ὑμῖν συνεγενόμεθα, ἀλλὰ πολλὴν πεῖραν ὑμῶν τῆς διαθέσεως εἰλήφαμεν, τῆς γνησίας καὶ θερμῆς καὶ μέλιτος γλυκυτέρας, τῆς ἀπεριτρέπτου, τῆς σταθηρᾶς καὶ πεπηγυίας, ἣν καὶ παρόντες καὶ ἀπόντες ἐπιδείκνυσθε. ∆ιὰ ταῦτα καίτοι καὶ πόῤῥωθεν ὑμῶν ὄντες, καὶ τοσούτοις συνεχόμενοι δεινοῖς, ὥσπερ ἐν λιμένι τινὶ τῇ μνήμῃ τῆς ὑμετέρας ἀρετῆς ἐπαναπαυόμεθα, θησαυρὸν μέγιστον τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζοντες. Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει τῶν Ἰσαυρικῶν θορύβων ἡ συνέχεια. Ταῦτ' οὖν εἰδότες, καὶ πόῤῥωθεν ὄντες μεμνῆσθαί τε ἡμῶν διηνεκῶς μὴ κατοκνεῖτε, καὶ γράφειν ἡμῖν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι. ΟΑʹ. Μάλχῳ. Μήτε ἀθύμει, μήτε ἁμαρτίαις λογίζου τὴν καλλίστην ἀποδημίαν τῆς μακαρίας θυγατρός σου. Εἰς γὰρ ἀκύμαντον κατέπλευσε λιμένα, καὶ πρὸς ζωὴν ἦλθε μηκέτι πέρας ἔχουσαν, καὶ τῶν κατὰ τὸν παρόντα βίον κυμάτων ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθὰ, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ. Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχὴν, καθάπερ γεωργὸς