1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

48

μᾶλλον δὲ μειζόνως νῦν ἢ ἔμπροσθεν, οἶδα σαφῶς. Τίνος δὲ ἕνεκεν οὕτω διακείμενος τοσοῦτον ἐσίγησας χρόνον, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπορῶ. Λῦσον δὴ ἡμῖν τὸ αἴνιγμα δι' ἐπιστολῆς, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθές. Καὶ πρὸ τῆς ἐπιστολῆς ἐκείνης τοὺς ταύτην 52.651 σοι κομίζοντας τὴν ἐπιστολὴν, λέγω δὴ τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καὶ τοὺς σὺν αὐτῷ δίδαξον, ὅπερ καὶ ἡμεῖς πεπείσμεθα, ὅτι ῥᾳθυμίας οὐκ ἦν ἡ σιγή. Ἀρκεῖ γὰρ τοῦτο εἰπεῖν, εἰς τὸ τυχεῖν αὐτοὺς φιλοφροσύνης παρὰ τῆς σῆς θαυμασιότητος. Πʹ. Φιρμίνῳ. Εἰς μὲν τὴν συνουσίαν σου μεγάλα ἡμᾶς τὸ ἀῤῥωστεῖν σε ἐζημίωσεν· εἰς δὲ τὴν ἀγάπην οὐδὲ μικρὰ παρέβλαψεν. Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι σου σφοδροὺς ἐραστάς. Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς γράφομεν, καὶ ἅπερ ἐπιθυμεῖς ἀκοῦσαι δηλοῦμεν. Τίνα δὲ ταῦτά ἐστιν; Ὑγιαίνομεν· ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν· ἐντρυφῶμεν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ πολλῇ· πολλῆς παρὰ πάντων ἀπολαύομεν εὐνοίας· ἄφατον καρπούμεθα παραμυθίαν. Οὐδεὶς ὁ ἐλαύνων ἐνταῦθα, οὐδὲ ἐνοχλῶν. Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας; ∆ήλου δὴ καὶ αὐτὸς ἡμῖν τὰ σὰ, ἵν' ὥσπερ σὲ τούτοις ἥσαμεν τοῖς διηγήμασιν, οὕτω καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς εὐφροσύνης, τὰ περὶ τῆς ὑγείας τῆς σῆς μανθάνοντες. Οἶσθα γὰρ ἡλίκην ἐντίθησι τὴν ἡδονὴν τοῖς φιλεῖν ἐπισταμένοις γνησίως τὸ χρηστόν τι περὶ τῶν ἀγαπωμένων μανθάνειν. ΠΑʹ. Ὑμνητίῳ ἀρχιατρῷ. Οὐ παυσόμεθά σε παρὰ πᾶσι θαυμάζοντες, καὶ ὡς ἅνδρα χρηστὸν, καὶ ὡς ἰατρὸν ἅριστον, καὶ ὡς φιλεῖν εἰδότα γνησίως. Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Τοσοῦτον γὰρ ἡμῖν φίλτρον ἐνέθηκας, ὅτι καίτοι γε ὑγιαίνοντες πολλοῦ ἂν ἐπριάμεθά σε ἐνταῦθα ἑλκύσαι, ὥστε σε μόνον ἰδεῖν. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, τοῦτο μὲν οὐκ ἐπιχειροῦμεν τέως· ἀξιοῦμεν δὲ συνεχῶς ἐπιστέλλειν. ∆υνήσῃ γὰρ ἡμῖν τὴν ἐκ τῆς παρουσίας ἡδονὴν χαρίζεσθαι τῇ συνεχείᾳ τῶν γραμμάτων, τῷ μέλιτί σου τῶν τρόπων τὰ γράμματα ἀναχρωννύς. ΠΒʹ. Κυθηρίῳ. Ἡ μὲν συνουσία ἡμῖν ἡ αὐτόθι βραχεῖα γέγονε πρὸς ὑμᾶς· ἡ δὲ ἐντεῦθεν τεχθεῖσα ἀγάπη μεγάλη καὶ ὑψηλὴ καὶ γενναία. Τοῖς γὰρ γνησίως εἰδόσι φιλεῖν οὐ δεῖ εἰς τοῦτο χρόνου μακροῦ, ἀλλὰ καὶ ἐν βραχεῖ δυνατὸν κατορθῶσαι τὸ πᾶν. Ὃ δὴ καὶ ἐφ' ἡμῶν γέγονε· καὶ γεγόναμεν ὑμῶν ἐρασταὶ σφοδροὶ, ὡς πολλῷ συγγενόμενοι τῷ χρόνῳ. Ὅθεν δὴ καὶ 52.652 ἐπιστέλλομεν τὰ καθ' ἡμᾶς δηλοῦντες, ὅτι τε ὑγιαίνομεν, καὶ ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ διάγομεν. Ἴσμεν γὰρ ὅτι χαριούμεθα ταῦτα ὑμῖν ἀπαγγέλλοντες. Καὶ τὰ παρ' ὑμῶν αἰτοῦμεν γράμματα τὰ αὐτὰ ἡμῖν εὐαγγέλια καμίζοντα. Μὴ δὴ κατοκνεῖτε γράφειν ἡμῖν συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελίζεσθαι. Οὕτω γὰρ τὰ μέγιστα καὶ ἐν ἀλλοτρίᾳ διατρίβουσι χαριεῖσθε ταῦτα ἐπιστέλλοντες, ἅπερ συνεχῶς ἐπιθυμοῦμεν μαθεῖν. ΠΓʹ. Λεοντίῳ. Τῆς μὲν πόλεως ὑμῶν ἀπηλάθημεν, τῆς δὲ ἀγάπης σου οὐκ ἀπεληλάμεθα. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τὸ μένειν αὐτόθι ἢ ἐκβάλλεσθαι· τὸ δὲ, ἐφ' ἡμῖν. ∆ιὸ οὐδεὶς ἡμᾶς αὐτὸ ἀφελέσθαι δυνήσεται, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, πανταχοῦ περιφέρομέν σου τὸ μέλι τῆς ἀγάπης, καὶ ἐντρυφῶμεν τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, τὸν ἔρωτά σου τὸν περὶ ἡμᾶς, τὴν σπουδὴν, τὴν σύνεσιν, τὴν φιλοφροσύνην, τὴν φιλοξενίαν, τὰ ἄλλα πάντα συντιθέντες, καὶ τὴν εἰκόνα διαπλάττοντες τῆς σῆς ἀρετῆς. Ἐπεὶ οὖν οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, ὡς καὶ τῆς παρουσίας σου σφόδρα ἐπιθυμεῖν, τοῦτο