1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

68

πενθῆσαι καὶ κλαῦσαι, ὅτι ὁ τοσοῦτον πλοῦτον ἔχων, σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο. Ἐπειδὴ γὰρ ψιχίων οὐ μετέδωκε τῷ πτωχῷ, σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος· ἦλθε τὸ θέρος, καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ ∆εσπότου οἰκονομία, ὅτι ἐξ ἐναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι, καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, 52.684 ἵνα βλέπωσιν ἀλλήλους, καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται, καὶ ἕκαστος τύραννος τὸν ἴδιον μάρτυρα, ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα· ἄκουσον τῆς Σοφίας λεγούσης· Τότε ἐν πολλῇ παῤῥησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγὴν τῇ δίψῃ φλεγόμενος, καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζηται τραπέζῃ ἐχούσῃ παντοῖα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύηται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφοδρὰν ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται, καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, καὶ ὁ τῇ πηγῇ παρακαθεζόμενος, τοῦ ὕδατος ἀπολαῦσαι οὐ δύναται· οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς, καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος, ἐποίησεν αὐτὸν ἐξ ἐναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ἡμέραν καὶ ὥραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ' ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς τότε μετ' ἀλλήλων διάγειν· καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον, καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· Μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς, οὕτω βρωθήσονται, καὶ ὡς ἱμάτιον παλαιωθήσονται. Κατανόησον δὲ τὸν ∆εσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο, καὶ εἰς βάρβαρον γῆν ἀπεῤῥίπτετο, ὁ τὸν κόσμον κατέχων, τύπος ἡμῖν γενόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ Σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν. Οἱ μὲν γὰρ αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονιῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, καὶ, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δὲ ὅτε ἦγον αὐτὸν κρημνίσαι, καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον; τί δὲ ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν, καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν, καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες, καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες, τί δὲ ὅτε ῥαπίσματα αὐτῷ ἐδίδουν; ὅτε ὄξος καὶ τὴν χολὴν αὐτὸν ἐπότιζον; ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον, καὶ ὅτε περιῆγον αὐτὸν οἱ αἱμοβόροι ἐκεῖνοι κύνες; τί δὲ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς, καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταὶ, καὶ ὁ εἷς μὲν αὐτὸν προέδωκεν, εἷς δὲ ἠρνήσατο, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν, καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων; ἑορτὴ γὰρ ἦν ἡ ἅπαντας συνάγουσα τότε· καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν, καὶ ἄταφος ἐκρέματο, καὶ οὔτε κατήνεγ52.685 καν αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως οὗ τις αὐτὸν ἐξητήσατο, ἵνα αὐτὸν θάψῃ; Μνήσθητι ὅτι ταφῆς οὐκ ἠξιώθη, καὶ ὅτι ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο, καὶ ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν, καὶ οὐκ ἀνέστη. Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους, ὅτι πανταχόθεν ἐδιώκοντο, καὶ κατεκρύπτοντο, ἐν ταῖς πόλεσι μὴν δυνάμενοι φανῆναι· πῶς ὁ Πέτρος παρὰ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο, καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι γυναικὶ, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παῤῥησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς ὅλους μὴ θέλοντας αὐτῷ κοινωνῆσαι· πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν τῇ φυλακῇ