1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

70

ἀλγῶμεν, μὴ δεχόμενοι γράμματα τῆς σῆς τιμιότητος, εἰ οἷόν τε ᾖ, καθ' ἑκάστην μονὴν πέμπε ἡμῖν συνεχῶς ἐπιστολὰς, ἵνα μανθάνωμεν πόσον τε προέκοψας τῆς ὁδοῦ, καὶ εἰ πλησίον γέγονας τῶν μερῶν ἐκείνων. Πάνυ γὰρ μεριμνῶμεν, καὶ φροντίζομεν· καὶ βουλόμεθα ταῦτα καθ' ἑκάστην ἡμέραν μανθάνειν. Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε, χάρισαι ταύτην ἡμῖν μεγίστην τὴν χάριν, καὶ πρὶν ἢ ἀπελθεῖν, καὶ ἐπειδὰν ἀπέλθῃς, συνεχεῖς πέμπων ἐπιστολὰς, καὶ πάντα ἡμῖν δηλῶν, ἵνα ἐὰν μὲν κατορθώματα ᾖ, χαίρωμεν, καὶ εὐφραινώμεθα· ἂν δὲ κωλύματα, 52.687 παντὶ τρόπῳ, καὶ πάσῃ σπουδῇ πειρώμεθα αὐτὰ ἀνελεῖν. Οὐ γὰρ ἡσυχάσομεν καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τοῦτο ποιοῦντες, κἂν μυριάκις καὶ εἰς τὴν Κωνσταντινούπολιν ἀποστεῖλαι δέῃ, ὥστε πολλήν σοι γενέσθαι τὴν εὐκολίαν, οὐδὲ τοῦτο παραιτησόμεθα. Ταῦτ' οὖν εἰδὼς, τὰ παρὰ σαυτοῦ πάρεχε ἡμῖν, τὴν ἀγρυπνίαν, καὶ τὴν σπουδήν. Κἂν ἀδελφοὺς δεήσῃ ἀποσταλῆναι, καὶ τοῦτο δήλωσον ἡμῖν. Καὶ τῶν λειψάνων δὲ ἕνεκεν τῶν ἁγίων μαρτύρων ἀμέριμνος ἔσο· καὶ γὰρ εὐθέως ἀπέστειλα τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον τὸν Τερέντιον πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον ἐπίσκοπον Ὀτρήϊον τὸν Ἀραβισσοῦ. Αὐτὸς γὰρ ἔχει καὶ ἀναμφισβήτητα, καὶ πολλὰ, καὶ εἴσω ὀλίγων ἡμερῶν ἀποστελοῦμέν σοι ταῦτα εἰς τὴν Φοινίκην. Μηδὲν τοίνυν ἐλλιμπανέσθω τῶν παρὰ τῆς σῆς τιμιότητος. Τὰ γὰρ παρ' ἡμῶν ὁρᾷς μεθ' ὅσης πεπλήρωται τῆς προθυμίας. Σπεῦσον, ἵνα πρὸ τοῦ χειμῶνος δυνηθῇς τὰς ἀστέγους ἐκκλησίας ἀπαρτίσαι. ΡΚΖʹ. Πολυβίῳ. Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην ἀῤῥωστίαν καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν περιπεπτώκαμεν ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν· ἐγὼ δὲ ταῦτα ἀφεὶς, τὸν χωρισμὸν ἀποδύρομαι τὸν ὑμέτερον, ὃ καὶ ἐρημίας καὶ νόσου καὶ χειμῶνος ἐμοὶ βαρύτερον. Καὶ νῦν αὐτὸ χαλεπώτερον ἢ πρότερον ἐποίησεν ὁ χειμών. Καὶ γὰρ ἣν μόνην εἶχον παραμυθίαν τοῦ πικροτάτου τούτου χωρισμοῦ, τὸ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, καὶ ταύτην ἐπελθὼν ἡμᾶς ἀφείλετο, τὰς ὁδοὺς ἀποκλείσας τῇ πολλῇ τῆς χιόνος φορᾷ, καὶ οὔτε ἔξωθεν παραγενέσθαι καὶ συγγενέσθαι ἡμῖν, οὔτε ἐντεῦθεν ἀναστῆναι καὶ ἀποδημῆσαι πρὸς ὑμᾶς ἀφείς. Καὶ νῦν δὲ οὐκ ἔλαττον τῶν Ἰσαύρων ὁ φόβος, ἀλλὰ καὶ πολλῷ πλέον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, τὴν ἐρημίαν ἐπιτείνων, πάντας ἐλαύνων, φυγαδεύων, μετανάστας ποιῶν. Οὐδεὶς γὰρ οἴκοι λοιπὸν μένειν ἀνέχεται, ἀλλ' ἕκαστος τὴν ἑαυτοῦ καταλιπὼν ἀποπηδᾷ. Καὶ αἱ μὲν πόλεις εἰσὶ λοιπὸν τοῖχοι καὶ ὄροφοι, αἱ δὲ φάραγγες καὶ αἱ νάπαι πόλεις. Καθάπερ γὰρ τὰ ἄγρια τῶν θηρίων, παρδάλεις καὶ λέοντες, τὴν ἔρημον τῶν οἰκουμένων πόλεων ἀσφαλεστέραν αὐτοῖς εἶναι νομίζει· οὕτω δὴ καὶ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες ἄνθρωποι, καὶ καθ' ἑκάστην ἡμέραν τόπους ἐκ τόπων ἀναγκαζόμεθα μεταπηδᾷν, Ἁμαξοβίων καὶ Νομάδων τινῶν βίον ζῶντες καὶ οὐδαμοῦ στῆναι θαῤῥοῦντες· οὕτω πάντα τὰ ἐνταῦθα θορύβων γέμει καὶ ταραχῆς. Καὶ τοὺς μὲν τῇ παρουσίᾳ σφάττουσι, καίουσι, δούλους ἀντ' ἐλευθέρων ποιοῦσι· τοὺς δὲ τῇ φήμῃ δραπέτας ἐργάζονται καὶ ἀπόλιδας, μᾶλλον δὲ καὶ ἀναιροῦσιν. Ὅσοι γὰρ νέοι κομιδῆ ἐν μέσῃ νυκτὶ πολλάκις καὶ κρυμῷ πάντα πηγνύντι ἀθρόον τῆς οἰκίας ἐκπηδῆσαι ἠναγκάσθησαν, ὥσπερ τινὸς καπνοῦ τοῦ φόβου τῆς 52.688 φήμης αὐτοὺς ἐλαύνοντος, οὐκ ἐδεήθησαν μαχαίρας Ἰσαυρικῆς εἰς τὸ καταλῦσαι τὸν βίον, ἀλλ' ἐν τῇ χιόνι παγέντες, οὕτως ἀπέπνευσαν, καὶ γέγονεν αὐτοῖς τῆς τοῦ θανάτου φυγῆς ἡ πρόφασις θανάτου πρόφασις χαλεπωτάτου· ἐν τούτοις τὰ ἡμέτερα. Καὶ ταῦτα εἰρήκαμεν, οὐχ ἵνα σε λυπήσωμεν εὖ γὰρ οἶδα ὅτι καθάψεταί σου τὰ εἰρημένα, ἀλλ' ἵνα τὴν αἰτίαν εἴπωμεν τῆς μακρᾶς ταύτης σιγῆς, καὶ τί δήποτε ὀψὲ καὶ βραδέως ἐπεστάλκαμεν. Οὕτω γὰρ πάντες ἡμᾶς ἀπέλιπον, ὡς μηδὲ εὑρεῖν τινα τὸν ἐκεῖσε ἀφικνούμενον, ἀλλ' ἀναγκασθῆναι τὸν συνόντα ἡμῖν πρεσβύτερον ἀναστῆσαι ἐντεῦθεν, καὶ πέμψαι πρὸς τὴν ὑμετέραν θαυμασιότητα. ∆εξάμενος τοίνυν αὐτὸν ὥς σοι πρέπον, ταχέως ἡμῖν ἔκπεμψον εὐαγγελιζόμενον