1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

71

τὴν ὑγείαν τῆς σῆς ἐμμελείας. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν. ΡΚΗʹ. Μαρινιανῷ. Τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις ἡδὺ τὸ ἔαρ, ὅτι τὴν ὄψιν τῆς γῆς ἄνθεσι καλλωπίζει, καὶ πάντα δείκνυσι λειμῶνας· ἐμοὶ δὲ, ὅτι καὶ τοῖς ἐθάσι τοῖς ἐμοῖς συγγίνεσθαι διὰ γραμμάτων εὐκολίαν παρέχει πολλήν. Ἐβουλόμην μὲν γὰρ καὶ αὐταῖς ὄψεσιν ὑμᾶς θεωρεῖν· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι μετὰ πολλῆς ποιῶ τῆς προθυμίας, διὰ γραμμάτων ὑμῖν ὁμιλῶν. Καὶ οὐχ οὕτω ναῦται καὶ πλωτῆρες μεθ' ἡδονῆς τὰ θαλάττια τέμνουσι νῶτα, ἐκείνης τοῦ ἔτους τῆς ὥρας ἐπιστάσης, ὡς ἐγὼ κάλαμον, καὶ χάρτην, καὶ μέλαν μεταχειρίζομαι, μέλλων ἐπιστέλλειν ὑμῶν τῇ ἐμμελείᾳ. Παρὰ μὲν γὰρ τὸν τοῦ χειμῶνος καιρὸν τοῦ κρυμοῦ πάντα πηγνύντος, καὶ τῆς ἀφάτου χιόνος τὰς ὁδοὺς ἀποτειχιζούσης, οὔτε ἔξωθέν τις ἡμῖν ἐπιχωριάζειν ἠνείχετο, οὔτε ἐντεῦθεν ἀναστῆναι. ∆ιόπερ καὶ ἡμεῖς, καθάπερ ἐν δεσμωτηρίῳ, τοῖς ἐνταῦθα δωματίοις καθειργμένοι, καὶ ὥσπερ τινὶ γλωσσοπέδῃ κατεχόμενοι, τῇ τῶν γραμματηφόρων ἀπορίᾳ, καὶ ἄκοντες τὴν μακρὰν ἐσιγήσαμεν σιγήν. Ἐπειδὴ δὲ λοιπὸν ἀνέῳξε τὰς λεωφόρους τῆς ὁδοιπορίας ὁ καιρὸς, καὶ ἡμῖν τὰ δεσμὰ τῆς γλώττης ἔλυσε, τὸν σὺν ἡμῖν πρεσβύτερον ἐντεῦθεν ἀναστήσαντες, ἀπεστάλκαμεν πρὸς τὴν ὑμετέραν εὐγένειαν, εἰσόμενοι τὰ περὶ τῆς ὑγείας ὑμῶν. ∆εξάμενος τοίνυν αὐτὸν, δέσποτά μου θαυμασιώτατε, καθώς σοι πρέπον ἐστὶ, καὶ ἰδὼν μετὰ τῆς σοὶ πρεπούσης ἀγάπης, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ὑγιείας σου δηλῶσαι ἡμῖν παρακλήθητι, Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον περὶ ταύτης μανθάνειν. ΡΚΘʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Ὡς καλὴ ὑμῶν ἡ ξυνωρὶς, καὶ σφόδρα ἡμῖν ποθεινὴ, οὐ νόμῳ φύσεως μόνον, ἀλλὰ καὶ ἀγάπης σφοδροτάτης ἀλύσει συνδεδεμένη. ∆ιὰ ταῦτα καλλωπιζόμεθα ὑμῶν τῇ φιλίᾳ ἐναβρυνόμενοι, καὶ ἐπιθυμοῦμεν καὶ τῆς κατ' ὄψιν συντυχίας μετασχεῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ὅπερ ἔνι ποιοῦμεν, γράφομεν συνεχῶς, μεμνήμεθα διηνεκῶς, ἐπὶ διανοίας ὑμᾶς πανταχοῦ περιφέρομεν, ὅπουπερ ἂν ὦμεν, οὐδὲ μικρὸν τῷ μήκει τῆς ὁδοῦ διειργόμεθα τῆς ἐμμελείας τῆς ὑμετέρας. Τοιοῦτον γὰρ τῆς ἀγάπης τὸ πτερόν· καὶ ὁδὸν καὶ διάστημα εὐκόλως περᾷ, καὶ πραγμάτων περιστάσεως ὑψηλότερον γίνεται. ∆ιὸ καὶ ἡμεῖς, καίτοι 52.689 πολλαῖς συνεχόμενοι θλίψεσιν, ἐρημίαις, πολιορκίαις, συνεχέσιν ἐφόδοις λῃστρικαῖς, οὐδενὶ τούτων ῥᾳθυμότεροι περὶ τὸ φιλεῖν ὑμᾶς γεγενήμεθα, ἀλλ' ἀνθοῦσαν διηνεκῶς τὴν περὶ ὑμᾶς διατηροῦμεν διάθεσιν. ∆ιὸ καὶ παρακαλοῦμεν συνεχέστερον ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζομένους. Ἴστε γὰρ αὐτοὶ ὅσην ἐντεῦθεν καρπωσόμεθα καὶ ἐν ἐρημίᾳ καθήμενοι τὴν παράκλησιν. ΡΛʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Ῥαγδαῖόν τι χρῆμα καὶ βίαιον ἡ ἀγάπη, καὶ δανειστοῦ παντὸς σφοδροῦ βιαιότερον. Οὐδὲ γὰρ οὕτως ἐκεῖνοι τοὺς τὰ χρήματα ὀφείλοντας αὐτοῖς ἄγχοντες ἀπαιτοῦσιν, ὡς ὑμεῖς τῆς ἀγάπης τὴν ἄλυσιν περιθέντες, πρὸς τὴν τῶν ἐπιστολῶν ἡμᾶς ἔκτισιν κατεπείγετε, καίτοι πολλάκις τοῦτο καταθέντας τὸ ὄφλημα. Ἀλλὰ τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις· ἀεὶ κατατίθεται, καὶ ἀεὶ ὀφείλεται. ∆ιὰ τοῦτο καὶ ὑμεῖς πολλάκις δεξάμενοι γράμματα, οὐ κορέννυσθε. Καὶ γὰρ καὶ τοῦτο ἐκείνης τὸ πλεονέκτημα, καὶ μιμεῖται τὴν θάλασσαν, ἣ μυρίων πανταχόθεν εἰς αὐτὴν ῥεόντων ποταμῶν, οὐκ ἐμπίπλαται. Τοιοῦτον καὶ τῆς ἀκοῆς ὑμῶν τὸ πλάτος· διὰ τοῦτο, ὅσῳ ἂν πλείονα ἐμβάλωμεν, τοσούτῳ μειζόνως τὴν φλόγα τῆς διαθέσεως ὑμῶν ἐγείρομεν. Μὴ τοίνυν νομίσητε ὑποπτεύσαντας ὑμῶν τὴν φιλίαν, τὸν βραχὺν τοῦτον σεσιγηκέναι χρόνον. Καὶ γὰρ τοὐναντίον ἅπαν ἐπάθομεν ἂν, εἴ γε ὑπωπτεύσαμεν, καὶ πλεονάκις ἂν ἐπεστάλκαμεν. Ὥσπερ γὰρ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, οὕτως οἱ ὀλίγωροι καὶ ἀναπεπτωκότες πολλῆς δέονται τῆς θεραπείας. Εἰ τοίνυν καὶ ἡμεῖς ᾐσθόμεθα χωλευούσης ὑμῶν τῆς διαθέσεως, οὐκ ἂν ἠμελήσαμεν τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ὥστε αὐτὴν ἀνακαῦσαι μειζόνως. Τῷ δὲ σφόδρα ὑμῖν θαῤῥεῖν, καὶ εἰδέναι σαφῶς, ὅτι καὶ δεχόμενοι, καὶ μὴ