1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

73

μεταβάλλεσθαι, καὶ γενέσθαι χρηστοὺς, πόσης μὲν συνέσεως, πόσης δὲ ἂν εἴη φιλοσοφίας; ∆ιὰ ταῦτά σε ἐπαινοῦμεν καὶ θαυμάζομεν, δέσποτα θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, διὰ ταῦτα καὶ αὐτοὶ σκιρτῶμεν μεγάλα, ὥσπερ ἐπὶ στεφάνῳ λαμπρῷ, τῇ φιλίᾳ τῆς σῆς σεμνυνόμενοι μεγαλοπρεπείας. Ἐπειδὴ δὲ καὶ εὐχὰς τὰς παρ' ἡμῶν ἀπαιτεῖς διὰ τῶν γραμμάτων, μάνθανε ὅτι καὶ πρὸ τῶν γραμμάτων τούτων οὐκ ἐπαυσάμεθα εὐχόμενοι, τὴν μεγάλην οὕτω καὶ φιλόσοφον ψυχὴν ἰδεῖν τελουμένην ταχέως τὴν ἱερὰν τελετὴν, καὶ τῶν ἱερῶν ἐκείνων καὶ φρικτῶν καταξιουμένην μυστηρίων. Κἂν τούτων δυνηθῶμεν μετασχεῖν τῶν εὐαγγελίων, καὶ τῆς ἐξορίας ἀπηλλάγμεθα ταύτης, καὶ τῆς ἐρημίας ἐπιλελήσμεθα, καὶ τῆς σωματικῆς ἀσθενείας, ᾗ παλαίομεν νῦν, ἠλευθερώμεθα. Καὶ οἶδα μὲν ὅτι σοι σπουδὴ, δέσποτά μου θαυμασιώτατε, καὶ ἐπιθυμία διὰ τῆς ἡμετέρας βραχύτητος τῶν ἀποῤῥήτων τούτων καταξιωθῆναι ἀγαθῶν, καὶ ἡμῖν δὲ, ὡς αὐτὸς οἶσθα, τοῦτο περισπούδαστον. Ἀλλ' ἐὰν μέλλῃ τὰ ἡμέτερα, τοῦτο μηδεμίαν ἐχέτω μέλλησιν. Πάντως γὰρ εὐπορήσεις, καὶ ἡμῶν ἀπόντων, ἀνδρῶν σφόδρα ἡμῖν γνησίων, δυναμένων σε ἐπὶ ταύτην ἀγαγεῖν τὴν μυσταγωγίαν. Κἂν τοῦτο γένηται, τὴν αὐτὴν ἕξομεν ἡδονὴν, ἥνπερ ἂν εἰ καὶ ἡμεῖς διηκονησάμεθα τῇ δόσει τῆς ἐπουρανίου ταύτης δωρεᾶς, ἐπειδήπερ καὶ ἡ χάρις ἐστὶν ἡ αὐτή. ΡΛΓʹ. Ἀδολίᾳ. Τί λέγεις; Πάλιν ἐπιβουλὰς ὀδύρῃ, καὶ δεινὰ πεπονθέναι φῄς; Καὶ τί τὸ κωλύον, εἰπέ μοι, εἰς γαληνὸν καταπλεῦσαι λιμένα, καὶ τούτων πάντων ἀπηλλάχθαι τῶν κυμάτων; Οὐ ταῦτά σοι διὰ παντὸς ἐπᾴδων τοῦ χρόνου διετέλουν, καὶ οὐδέποτε ἡμῶν ἀνασχέσθαι ἠθέλησας; Ἀλλὰ καὶ σαυτῇ μυρία τὰ κακὰ ἀπὸ τοῦ πηλοῦ τῶν πραγμάτων τούτων προξενεῖς, εἰς τέλματα συνεχῶς ἐμπίπτουσα, καὶ ἡμῖν ἐκ τοῦ ταῦτα ὑπομένειν λύπας ἐπάγουσα συνεχεῖς καὶ πυκνάς. Ἢ μικρῶς οἴει με νῦν ἀθυμεῖν, ἀκούσαντα ταῦτα ἅπερ ἀπέσταλκας, ὅτι παρὰ τῶν οἰκείων, ἤτοι ξένων αὐτοῖς γάρ σου χρήσομαι τοῖς ῥήμασι προδοσίας ὑπομεμένηκας, καὶ τραγῳδίας χαλεπάς; Μέχρι τίνος τῷ καπνῷ προσεδρεύεις, τὸ διειδές σου τοῦ κατὰ ψυχὴν ὄμματος ἐπιθολοῦσα; μέχρι τίνος οὐκ ἐλευθεροῖς σαυτὴν πικροτάτης δουλείας; Τί δὲ καὶ τὸ κωλύον ἐνταῦθα παραγενέσθαι, καὶ περὶ τούτων ἡμᾶς κοινῇ βουλεύσασθαι; Καὶ γὰρ ἔφης μηδ' ἂν αἴσθησιν τούτων λαλεῖν, εἰ τοῦτο γέγονεν. Ἐγὼ σφόδρα ἐκπλήττομαι καὶ θαυμάζω, καὶ αἰτίαν οὐδεμίαν εὑρίσκω τοῦ σὲ ἐπὶ τοσοῦτον ἡμῶν ἀπολειφθῆναι, ἢ ῥᾳθυμίαν καὶ ὄκνον μόνον. Καὶ γὰρ τῆς ὁδοῦ τὸ μέσον ὀλίγον, καὶ ἡ τοῦ ἔτους ὥρα πρὸς ἀποδημίαν σφόδρα ἐπιτηδεία, οὔτε κρυμῷ, οὔτε θάλπει λυποῦσα. Ἀλλὰ πάλιν ἴσως ἡ πάντων σοι μήτηρ ἀεὶ τῶν κακῶν γινομένη, λέγω δὴ 52.692 τῶν βιωτικῶν ἡ φροντὶς, αὕτη καὶ νῦν κώλυμα γίνεται. Ἐγὼ μὲν οὖν καὶ παραγενομένῃ χάριν ἔχω πολλὴν, καὶ μὴ παραγενομένῃ οὐκ ἐγκαλῶ, οὔτε δυσχεραίνω, ἀλλ' ἔχω μὲν τὴν ἀγάπην, ἣν ἀεὶ περὶ τὴν σὴν ἐμμέλειαν ἐπεδειξάμην ἀκμάζουσαν. Ἀλγῶ δὲ καὶ σφόδρα ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων φορτία. Καὶ εἰ μὴ ἡμᾶς ἡ τῆς ἐξορίας ἀνάγκη πεδήσασα ἐνταῦθα κατέσχεν, οὐκ ἂν ἔσκηλά σου τὴν εὐλάβειαν, ἀλλ' εἰ καὶ τῆς ἀσθενείας ταύτης, ἧς ἔχω νῦν, ἀσθενέστερον εἶχον, αὐτὸς ἂν ἐξέδραμον, καὶ οὐκ ἂν ἀπέστην πρότερον πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἄν σε τῆς ζάλης ταύτης, καὶ τοῦ βορβόρου, καὶ τοῦ φορυτοῦ τῶν μυρίων ἀπήλλαξα κακῶν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἐβουλόμην παραγενομένην περὶ τούτων ἡμῖν κοινώσασθαι. Εἰ δὲ μηδὲ τοῦτο εὔκολον, ἀλλ' ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων παραινοῦντες καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς. Οὕτω γὰρ οὐ μόνον τὴν ἐντεῦθεν εὐφροσύνην καρπώσῃ, ἀλλὰ καὶ τὸν οὐρανὸν μετὰ πολλῆς λήψῃ τῆς εὐκολίας. Ὧν οὖν μέλλεις μικρὸν ὕστερον ἐν τῷ καιρῷ τῆς ἐντεῦθεν ἀποδημίας ἄκουσα ἀφίστασθαι, ταῦτα ἑκοῦσα πρόπεμψον εἰς τοὺς ἀσυλήτους θησαυροὺς, καὶ διὰ