1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

77

μέλλουσαν ἡμῖν συναποδημοῦσι ζωήν. ΡΜΒʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Γλώττῃ μὲν ὀλιγάκις, γνώμῃ δὲ πολλάκις ἐπεστάλκαμέν σου τῇ θεοσεβείᾳ καὶ καθ' ἑκάστην συγγινόμεθα τὴν ἡμέραν, καὶ ταύτης οὐκ ἰσχύει τῆς συνουσίας ἡμᾶς ἀποστερῆσαι οὐ χρόνου πλῆθος, οὐχ ὁδοῦ μῆκος, οὐ πραγμάτων περίστασις. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐδενὶ τούτων εἴκει, οὐδὲ παραχωρεῖ, ἀλλ' ἕστηκε πάντων ὑψηλοτέρα γινομένη. Μὴ τοίνυν τῷ τῶν ἐπιστολῶν ἀριθμῷ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, μέτρει τὸ φίλτρον, ὃ περὶ τὴν σὴν ἔχομεν ἐμμέλειαν, ἀλλ' εἰδὼς ἡμῶν τὴν γνώμην καὶ τὴν διάθεσιν, ἣν ἀεὶ περὶ τὴν εὐλάβειαν ἐπεδειξάμεθα τὴν σὴν, μηδὲν ἀπὸ τῆς μακρᾶς ταύτης σιγῆς ὑπόπτευε. Ἐπεὶ καὶ ἡμεῖς ὀλιγάκις δεξά52.697 μενοι γράμματα παρὰ τῆς σῆς διαθέσεως, οὐδὲ ἐντεῦθεν ῥᾳθυμότερόν σε περὶ ἡμᾶς γεγενῆσθαι νομίζομεν, ἀλλ' ἴσμεν σαφῶς καὶ πεπιστεύκαμεν, ὅτι μένεις ἀνθοῦσαν διατηρῶν τὴν περὶ ἡμᾶς διάθεσιν, οὐ μόνον οὐκ ἀναπίπτων ἐκ τῆς συνεχείας τῶν ἐπαγομένων δεινῶν, ἀλλὰ καὶ σφοδρότερος γινόμενος περὶ ἡμᾶς· καὶ τούτου σοι χάριν ἴσμεν πολλήν. Ἐπειδὴ δὲ εὖ οἶδ' ὅτι καὶ τὰ ἡμέτερα βούλει μανθάνειν, ὑγείας ἀπολαύομεν καὶ ἀπραγμοσύνης πολλῆς, καὶ ἡσυχίας, καὶ ἐν ἀσφαλείᾳ διάγομεν, τῶν Ἰσαυρικῶν τέως ἀπηλλαγμένοι θορύβων. Τὸν γὰρ χειμῶνα λοιπὸν τῆς Ἀρμενίας φέρειν ἐμελέτησα, βλαπτόμενος μὲν ἠρέμα βλάβην, ὅσην εἰκὸς οὕτως ἀσθενεῖ σώματι κεχρημένον· περιγενόμενος δὲ τῷ διηνεκῶς οἴκοι κατακεκλεῖσθαι, ὅταν ἀφόρητος ὁ κρυμὸς ᾖ, καὶ ὀλιγάκις τῶν προθύρων προκύπτειν. Ὡς τῶν γε ἄλλων ὡρῶν τοῦ ἔτους σφόδρα ἡδίστων ἀπολελαύκαμεν, ὡς δυνηθῆναι εὐκόλως καὶ τὴν ἐκ τοῦ χειμῶνος ἐγγινομένην ἡμῖν διορθώσασθαι ἀῤῥωστίαν. ΡΜΓʹ. Πολυβίῳ. Τοῦ μὲν ἐδάφους καὶ τῶν τοίχων τῆς πόλεως ἐκβεβλήμεθα, τῆς δὲ κυρίως πόλεως οὐ μετῳκίσθημεν. Εἰ γὰρ ὑμεῖς ἡ πόλις, μεθ' ὑμῶν δὲ ἡμεῖς ἀεὶ καὶ ἐν ὑμῖν, εὔδηλον ὅτι καὶ ἐνταῦθα διάγοντες, τὴν πόλιν οἰκοῦμεν ἐκείνην· καὶ γὰρ ἐνδιαιτώμεθα ὑμῶν ταῖς ψυχαῖς, εὖ οἶδ' ὅτι, καὶ ὅπουπερ ἂν ἀπίωμεν, καὶ πάντας ὑμᾶς τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς ἐπὶ διανοίας περιφέροντες ἄπιμεν. Τοῦτο ἡμᾶς οὔτε τὴν ἐρημίαν τοῦ χωρίου τούτου καὶ γὰρ πάσης τῆς οἰκουμένης ἐστὶν ἐρημότατον, οὔτε τὴν πολιορκίαν τῶν λῃστῶν καὶ γὰρ καθ' ἑκάστην πολιορκεῖται τὴν ἡμέραν, οὐ τὸν ἐντεῦθεν τικτόμενον λιμὸν ἀφίησιν ὁρᾷν· ἐπειδὴ τὸ μὲν σῶμα ἡμῖν ἐνταῦθα ἵδρυται, ἡ δὲ ψυχὴ παρ' ὑμῖν διηνεκῶς. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις ποθεινὴ σφόδρα καὶ περισπούδαστος καὶ ἡ σωματικὴ παρουσία, καὶ λυπεῖ μὴ γινομένη, τοῦτο δὲ τέως γενέσθαι οὐκ ἔνι, ἔνι δὲ αὐτῇ φάρμακον μέγιστον ἡ διὰ τῶν γραμμάτων συνουσία, πάρεχε ταύτην ἡμῖν μετὰ δαψιλείας πολλῆς, καὶ ταύτης ἀπηλλάγμεθα τῆς ἀθυμίας. Ἱκανὸς γὰρ σὺ, δέσποτά μου θαυμασιώτατε, καὶ διὰ γραμμάτων σοφίζεσθαι παρουσίας ἡδονήν. ΡΜ∆ʹ. ∆ιογένει. Ἔρημον μὲν ἡ Κουκουσὸς χωρίον, καὶ ἄλλως εἰς οἴκησιν σφαλερὸν, διηνεκεῖ φόβῳ τῶν λῃστῶν πολιορκούμενον· σὺ δὲ αὐτὴν καὶ ἀπὼν παράδεισον εἶναι πεποίηκας. Ὅταν γάρ σου τὸν ζῆλον ἀκούσωμεν τὸν πολὺν, τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, τὴν γνησίαν καὶ θερμὴν οὐδὲν γὰρ ἡμᾶς λανθάνει καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ὡς θησαυρὸν μέγιστον ἔχοντες, καὶ πλοῦτον ἄφατον, τὴν διάθεσίν σου τῆς ἐμμελείας, καὶ ἐν ἀσφαλεστάτῃ πόλει διατρίβειν ἡγούμεθα, ὑπὸ τῆς τοσαύτης εὐφροσύνης πτερούμενοι, καὶ μεγίστην παράκλησιν ἐντεῦθεν καρπούμενοι. 52.698 Ἵν' οὖν καὶ ἑτέρα προσθήκη γένηται ἡμῖν ἡδονῆς, παρακαλῶ, καὶ γράμματα ἡμῖν χαρίζου, τὰ περὶ τῆς ὑγιείας δηλοῦντα τῆς σῆς. Εἰ γὰρ καὶ ἐργῶδες τοῦτο, διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ τὸ σφόδρα ἀπῳκίσθαι τῆς δημοσίας τουτὶ τὸ χωρίον ὁδοῦ, ἀλλὰ τῷ οὕτως φιλοῦντι, ὡς αὐτὸς οἶσθα φιλεῖν, καὶ τὰ δύσκολα εὔκολα γίνονται. Ἐννοήσας τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν τῇ πυκνότητι τῶν τοιούτων γραμμάτων, πάρεχε καὶ ταύτην ἡμῖν τὴν εὐφροσύνην· καὶ γὰρ σφόδρα ἀλγοῦμεν, ὅτι δεύτερον ἐπεσταλκότες ἤδη, οὐδὲ ἅπαξ ἐδεξάμεθα γράμματα τῆς σῆς ἐμμελείας. ΡΜΕʹ. Νικολάῳ πρεσβυτέρῳ. Ἐβουλόμην καὶ αὐτὸς, καὶ σφόδρα