1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

79

κατενεχθέντας παρασκευάσαι ἐξουρίας πλεῖν. ∆ιὰ ταῦτα σκιρτῶμεν, διὰ ταῦτα χαίρομεν, τὴν σὴν ἀρχὴν κοινὴν ἑορτὴν τῶν ἐπηρεαζομένων εἶναι νομίζοντες. Ἧς καὶ αὐτοὶ νῦν ἀπολαύομεν, οἰκείαν ἡδονὴν εἶναι τιθέμενοι τῶν σῶν κατορθωμάτων τὸ μέγεθος. ΡΜΗʹ. Κυριακῷ, ∆ημητρίῳ, Παλλαδίῳ, Εὐλυσίῳ, ἐπισκόποις. Μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο ὑμεῖς τῶν καλῶν τούτων ἱδρώτων καὶ ἀγώνων, τῶν μόχθων, καὶ πόνων, καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην κειμένων ὑπομεμενήκατε, λαμπροὶ μὲν ἐν γῇ, λαμπροὶ δὲ ἐν οὐρα52.700 νοῖς διὰ τούτων γενόμενοι. Καὶ γὰρ ἄνθρωποι πάντες οἱ νοῦν ἔχοντες ἀνακηρύττουσιν ὑμᾶς, καὶ στεφανοῦσιν, ἐκπληττόμενοι τὴν εὐτονίαν ὑμῶν, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν προσεδρείαν. Ὅ τε φιλάνθρωπος Θεὸς, ὁ μείζονας ἐκ πολλοῦ τοῦ περιόντος τιθεὶς ἀεὶ τῶν πόνων τὰς ἀμοιβὰς, τοσούτοις ἀμείψεται ἀγαθοῖς, ὅσοις ἀμείβεσθαι Θεῷ πρέπον τοὺς οὕτω γενναίως ἀγωνιζομένους ὑπὲρ τῆς κατὰ τὴν οἰκουμένην ἅπασαν εἰρήνης. ∆ιὰ τοῦτο καὶ ἡμεῖς οὐ παυόμεθα μακαρίζοντες ὑμᾶς, ἐντρυφῶντες ὑμῶν τῇ μνήμῃ διηνεκῶς, ἐπὶ διανοίας περιφέροντες, εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ τῆς ὁδοῦ μήκει. Ὁ μὲν οὖν τιμιώτατος Κυριακὸς ὁ διάκονος οὐκ ἠδυνήθη νῦν ἐκπλεῦσαι, διὰ τὸ πολλῷ κατειργάσθαι πόνῳ. Οἱ μέντοι κύριοί μου, ὁ εὐλαβέστατος πρεσβύτερος Ἰωάννης, καὶ ὁ τιμιώτατος Παῦλος ὁ διάκονος, ἐλαυνόμενοι πανταχόθεν, καὶ μηδαμοῦ στῆναι, μηδὲ λαθεῖν ἔχοντες, ἀναγκαῖον ἐνόμισαν καταλαβεῖν ὑμῶν τὴν ἀγάπην, καὶ αὐτόθι μεθ' ὑμῶν εἶναι. ∆εξάμενοι τοίνυν αὐτοὺς μετὰ ἀγάπης, τὴν πρέπουσαν ὑμῖν εὔνοιαν περὶ αὐτοὺς ἐπιδείξασθε. ΡΜΘʹ. Αὐρηλίῳ ἐπισκόπῳ Καρθαγένης. Βαβαὶ, ἡλίκον ἐστὶ γενναία ψυχὴ, καὶ πολλῷ βρύουσα τῷ τῆς ἀγάπης καὶ τῷ τῆς εὐλαβείας καρπῷ, ὅπου γε καὶ αὐτὸς τοσοῦτον ἡμῶν ἀπῳκισμένος ὁδοῦ μῆκος, ὡς παρὼν καὶ μεθ' ἡμῶν ὢν, οὕτως ἡμᾶς εἷλες, καὶ ἐχειρώσω. Τῆς γὰρ ἀγάπης σου τὸ θερμὸν, καὶ τῆς παῤῥησίας καὶ τῆς εὐλαβείας ἡ εὐωδία μέχρι τὰ ἡμῶν τῶν ἐν ἐσχατιᾷ τῆς οἰκουμένης καθημένων ἔφθασεν. ∆ιὰ ταῦτά σοι χάριτας πολλὰς ἴσμεν, διὰ ταῦτά σου μακαρίζομεν τὴν εὐλάβειαν, ὅτι πόνον πολὺν καὶ ἱδρῶτα ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν ἀναδεχόμενος, μεγίστους ἑαυτῷ παρὰ τῷ φιλανθρώπῳ Θεῷ προαπέθου τοὺς στεφάνους. Καί σε παρακαλοῦμεν μεῖναι τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζόμενον· οἶσθα γὰρ τὰ ἐντεῦθεν βραβεῖα. Εἰ γὰρ ἕνα τις ἀδικούμενον καὶ παρανομούμενον ἀνέχων ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβὴν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων μὲν θορύβων καὶ ταραχῆς, εἰς δὲ γαληνὸν λιμένα εἰρήνης ὁρμίσαι ἐσπουδακώς. ΡΝʹ. Μαξίμῳ ἐπισκόπῳ. Ὅταν ἐννοήσω τοὺς πόνους ὑμῶν, καὶ τοὺς ἱδρῶτας, τοὺς ἐπὶ μακρῷ χρόνῳ γεγενημένους, οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ μεγίστην καρποῦμαι παράκλησιν, ἐφ' οἷς αὐτὸς πέπονθα παρανόμως, τὴν ὑμετέραν ἀγάπην τὴν οὕτω θερμὴν καὶ γνησίαν, τὴν πρόνοιαν τὴν εἰλικρινῆ, τὴν ἀγρυπνίαν τὴν ὑπὲρ τῆς διορθώ52.701 σεως τῶν γεγενημένων, τὴν ἐπιτεταμένην, μεγίστην ἔχων παραμυθίαν. Καὶ γὰρ οὐχ ἡ τυχοῦσα γέγονέ μοι παραψυχὴ, τὸ λογίζεσθαι ὅτι ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐχ ἑωρακότες ἡμᾶς ποτε, οὐκ ὀφθέντες παρ' ἡμῶν, οὐ λόγων ἡμῖν κοινωνήσαντες, ἀθρόον ὑπὸ τῆς παρανομίας τῶν τολμηθέντων κινηθέντες, τοσαύτην ἐπεδείξασθε περὶ ἡμᾶς ἀγάπην, ὅσην πατέρες περὶ παῖδας, μᾶλλον δὲ καὶ πατέρας ἀπεκρύψατε τῇ τοσαύτῃ κηδεμονίᾳ. ∆ιὰ ταῦτα χάριτας ὑμῶν ἴσμεν τῇ εὐλαβείᾳ, θαυμάζομεν, μακαρίζομεν, παρακαλοῦμεν ὑμᾶς αὐτοὺς τὰ ἑαυτῶν μιμήσασθαι, καὶ ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε προθυμίαν, ταύτην εἰς τέλος ἀγαγεῖν. Κἂν γὰρ μηδὲν γίνηται πλέον εἰς διόρθωσιν τῶν γεγενημένων, οὐ μικρὰ παράκλησις ἡμῖν, ὅπερ ἔφθην εἰπὼν, τοσαύτης ἀπολελαυκόσι καὶ ἀπολαύουσι παρὰ τῆς τιμιότητος τῆς ὑμετέρας ἀγάπης. ΡΝΑʹ. Ἀσέλλῳ ἐπισκόπῳ. Οἶδα μὲν ὅτι οὐδὲν ὑμῖν δεῖ γραμμάτων εἰς τὸ διαναστῆναι, καὶ ἀντιλαβέσθαι τῆς διορθώσεως