1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

80

τῶν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς κατειληφότων κακῶν. Καὶ τοῦτο δι' ὧν πεποιήκατε, ἐπεδείξασθε, αὐτοπαράκλητοι τοσαύτην παρασχόντες σπουδήν. Ἀλλ' ἐπειδὴ τὰ κακὰ ἔτι μένει ἀδιόρθωτα, διὰ τὴν ἄνοιαν τῶν τοσαῦτα παρανομησάντων, ἀναγκαῖον εἶναι ἐνομίσαμεν παρακαλέσαι ὑμῶν τὴν εὐλάβειαν, ὥστε μὴ ἀποκαμεῖν, μηδὲ περικακῆσαι, ἀλλ' ἀκμαζούσῃ χρήσασθαι τῇ προθυμίᾳ, καὶ τὰ παρ' ἑαυτῶν πάλιν ἅπαντα εἰσενεγκεῖν. Ὅσῳ γὰρ ἂν ἀνίατα νοσῶσιν οἱ πρὸς τὴν τῶν Ἐκκλησιῶν κατάστασιν στασιάζοντες, τοσούτῳ κἀκείνων πλέον ἔσται τὸ κρῖμα, καὶ ὑμῖν τοῖς μὴ ἀποκάμνουσι λαμπρότερος ὁ μισθὸς, καὶ μείζους οἱ στέφανοι. ΡΝΒʹ. Ἐπισκόποις. Καὶ ἰδίᾳ ἑκάστῳ, καὶ κοινῇ πᾶσιν ὑμῖν ὀφείλομεν χάριτας, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν ἐπίσκοποι, κληρικοὶ διαφόρων πόλεων, λαοὶ ποικίλως ἐλαυνόμενοι, ὅτι πατρικὰ σπλάγχνα ἐπιδειξάμενοι, συνηλγήσατε, ἔστητε γενναίως, τὰ παρ' ὑμῶν αὐτῶν πάντα εἰσηνέγκατε. ∆ιὰ ταῦτα πάντες ὑμᾶς ἀνακηρύττουσι, στεφανοῦσιν, ἐπὶ στόματος φέρουσιν ὑμῶν τὰ κατορθώματα. Εἰ δὲ παρὰ ἀνθρώπων τοιαῦται αἱ τιμαὶ, ἐννοήσατε παρὰ τοῦ φιλανθρώπου Θεοῦ πόσαι ὑμῖν αἱ ἀντιδόσεις. Ταῦτ' οὖν εἰδότες, τιμιώτατοι δέσποταί μου καὶ εὐλαβέστατοι, κἂν οἱ θορυβοῦντες τὰς Ἐκκλησίας ἀνίατα νοσῶσι, μὴ παύσησθε τὴν παρ' ὑμῶν αὐτῶν εἰσφέροντες θεραπείαν. Ὅσῳ γὰρ ἂν πλείονα τὰ κωλύματα ᾖ καὶ πλείων ἡ δυσκολία, τοσούτῳ καὶ μείζων ὑμῖν ὁ μισθός. Εἰ γὰρ ποτόν τις ψυχρὸν ἐπιδοὺς, οὐκ ἄμισθον ἕξει τὴν βραχεῖαν φιλοφροσύνην· οἱ τοσαῦτα καὶ ποιῆσαι καὶ παθεῖν ἑλόμενοι ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβὴν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα. 52.702 ΡΝΓʹ. Τοῖς αὐτοῖς. Οὐ διαλιμπάνομεν χάριν ὑμῖν ὁμολογοῦντες διηνεκῶς. Εἰ γὰρ καὶ πολλὰ παρανενομήμεθα παρὰ τῶν ἐχθρῶν, ἀλλ' ὅμως πολλῆς παρ' ὑμῶν ἀπηλαύσαμεν τῆς συμμαχίας, δαψιλοῦς τῆς ἀγάπης, γνησίας φιλοφροσύνης, θερμοτάτης σπουδῆς· καὶ ταῦτα οὐ μικρὰν παράκλησιν καὶ τῆς χαλεπωτάτης ἐξορίας, ἐν ᾗ κατεχόμεθα, καὶ τῶν ἄλλων τῶν ἐπενεχθέντων ἡμῖν δεινῶν, ἔχομεν. ∆ιὸ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν ἐπιμεῖναι τὴν αὐτὴν περὶ ἡμᾶς ἐπιδεικνυμένους διάθεσίν τε καὶ σπουδήν. Οὐδὲ γὰρ εἰς ἡμᾶς στήσεται τὸ γινόμενον μόνον, ἀλλὰ καὶ εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν διαβήσεται. Οὐ γὰρ μία, καὶ δύο, καὶ τρεῖς πόλεις, ἀλλ' ὁλόκληρα ἔθνη πανταχοῦ τῆς γῆς ταράττεται. Καὶ τοσαύτην παρ' ὑμῶν ἐπιδειχθῆναι δίκαιον σπουδὴν, ὅσην εἰκὸς ὑπὲρ τοσούτων ψυχῶν ἐσπουδακότας καὶ κάμνοντας ἐπιδείξασθαι. Εἰ δὲ πολλὰ πεπονήκατε, καὶ τὰ παρ' ἑαυτῶν εἰσηνέγκατε, ἴσμεν τοῦτο καὶ ἡμεῖς, καὶ εὐχαριστοῦντες ὑμῖν οὐ παυόμεθα· ἀξιοῦμεν δὲ μὴ διαλιπεῖν τοῦτο ποιοῦντας. Ἡ γὰρ καρτερία ὑμῶν, καὶ ὑπομονὴ, καὶ ἡ εὔτονος γνώμη δυνήσεται καὶ τοὺς σφόδρα φιλονείκως διακειμένους καὶ ἀνίατα νοσοῦντας ἀποστῆσαι τῆς κατεχούσης αὐτοὺς νυνὶ παραφροσύνης. Εἰ δὲ ἐπιμένοιεν καὶ οὕτως ἀνιάτως ἔχοντες, ἀλλ' ὑμῖν ἀπηρτισμένος ὁ μισθὸς ἔσται, καὶ πλήρη τὰ τῆς ἀμοιβῆς, καὶ ὁλόκληρος τῶν καλῶν τούτων ὁ στέφανος. ΡΝ∆ʹ. Τοῖς αὐτοῖς. Ἡμεῖς μὲν ἐποθοῦμεν καὶ ταῖς τοῦ σώματος ὄψεσιν ὑμᾶς θεάσασθαι· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, τῷ τῆς ἐξορίας δεσμῷ κατεχομένων ἡμῶν, τοῖς ὀφθαλμοῖς τῆς ἀγάπης ὑμᾶς καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, καὶ περιπτυσσόμεθα, καὶ κροτοῦντες καὶ θαυμάζοντες οὐ διαλιμπάνομεν, ὅτι τοσαύτην προθυμίαν καὶ σπουδὴν ἐξ ἀρχῆς μέχρι νῦν μεμενήκατε ἐπιδεικνύμενοι ὑπὲρ τῶν τῆς Ἀνατολῆς Ἐκκλησιῶν· καὶ παρακαλοῦμεν ἄξιον τῶν προοιμίων ἐπιδείξασθαι τὸ τέλος. Εἰ γὰρ οἱ πάντα ταράξαντες, καὶ θορύβων ἐμπλήσαντες, τοσαύτῃ κέχρηνται τῇ φιλονεικίᾳ, πολλῷ μᾶλλον ὑμᾶς, τοὺς τὰ κακῶς γεγενημένα διορθοῦν ἐσπουδακότας, πολλῇ δίκαιον κεχρῆσθαι τῇ ὑπομονῇ, καὶ καρτερίᾳ τῇ περὶ τὴν τοιαύτην σπουδήν. Οὕτω γὰρ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, καὶ μείζων ἡ ἀμοιβὴ, ὅταν καὶ πολλῶν κωλυμάτων γινομένων, μὴ ἀνακρούησθε, ἀλλὰ μένητε τὴν τῶν πραγμάτων δυσκολίαν τῇ παρ' ἑαυτῶν ἀποτειχίζοντες ἀγρυπνίᾳ τε καὶ σπουδῇ.