1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

98

ἐπιδείξαιτο ἀνδρείαν, πότε αὐτοῦ δεηθησόμεθα οὕτως; ὅταν γαλήνη γένηται καὶ εἰρήνη; Παρακαλῶ τοίνυν, τὰ σαυτῷ πρέποντα ποιῶν καὶ αὐτὸν καὶ πάντας διέγειρον εἰς τὴν σπουδὴν καὶ τὴν ἀντίληψιν τοῦ χειμαζομένου λαοῦ, ὃ καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων εὖ οἶδ' ὅτι οἴκοθεν καὶ παρὰ σαυτοῦ ποιεῖς. ΣΙΑʹ. Τιμοθέῳ πρεσβυτέρῳ. Ἡμεῖς μὲν σοὶ καὶ πρώην ἐπεστάλκαμεν καὶ τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ τριβούνῳ Μαρκιανῷ· αὐτὸς δὲ οὔτε παρ' ἐκείνου γράμματα ἡμῖν πεμφθῆναι παρεσκεύασας, οὔτε αὐτὸς ἡμῖν ἐπέσταλκας. Ἀλλ' ὅμως ἡμεῖς ἑαυτοὺς μιμούμενοι, οὐ παυόμεθα διηνεκῶς ὑμῶν μεμνημένοι καὶ ἐπιστέλλοντες, ἡνίκα ἂν ἐξῇ· ὃ δὴ καὶ νῦν πεποιήκαμεν, χάριτας ὑμῖν ὁμολογοῦντες μυρίας ὑπὲρ τῆς σπουδῆς ἧς ἐπιδείκνυσθε, καὶ τῶν κινδύνων οὓς ὑπομένετε, καὶ μακαρίζοντες ὑμᾶς. Οὐ γὰρ μικροὺς ἐντεῦθεν ὑμῖν προαποτίθεσθε στεφάνους, πρὸς ὀλίγον μὲν θλιβόμενοι, διηνεκεῖς δὲ ἀμοιβὰς ἐν τοῖς οὐρανοῖς προπαρασκευάζοντες ὑμῖν, καὶ πολλῷ μείζους τῶν ἱδρώτων τούτων. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν 52.729 καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ΣΙΒʹ. Θεοφίλῳ πρεσβυτέρῳ. Σφόδρα ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Σαλούστιος ὁ πρεσβύτερος οὐ συνεχῶς πρὸς τὴν σύναξιν παραβάλλετε, καὶ οὐχ ὡς ἔτυχέ με τοῦτο ἐλύπησε. Παρακαλῶ τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι σπουδάσατε, ὅτι μάτην ἐσυκοφαντήθητε· εἰ δὲ ἀληθὲς, διορθώσασθε τὴν τοιαύτην ῥᾳθυμίαν. Ὥσπερ γὰρ μέγιστος ὑμῖν ἐστιν ὁ μισθὸς, μάλιστα ἐν τῷ παρόντι καιρῷ τὴν προσήκουσαν ἀνδρείαν ἐπιδεικνυμένοις· οὕτως οὐ τὸ τυχὸν ἕσται κρῖμα ὀκνοῦσι, καὶ ἀναδυομένοις, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέρουσιν. Ἴστε γὰρ τί πέπονθεν ὁ τὸ τάλαντον καταχώσας τὸ ἓν, ὃς οὐδὲν ἕτερον ἐγκαλούμενος, διὰ τοῦτο μόνον ἐκολάζετο, καὶ ἀπαραίτητον ἐδίδου δίκην. Σπουδάσατε οὖν διὰ τάχους ἐλευθερῶσαί με τῆς φροντίδος. Ὥσπερ γὰρ πολλήν μοι φέρει παράκλησιν καὶ παραμυθίαν, ἐπειδὰν ἀκούσω, ὅτι μετὰ προθυμίας ἅπαντα τὸν χειμαζόμενον λαὸν συγκροτεῖτε· οὕτως ἐπειδὰν μάθω, ὅτι τινὲς ῥᾳθυμοῦσιν, οὐχ ὡς ἔτυχεν ἀλγῶ ὑπὲρ αὐτῶν τῶν ῥᾳθυμούντων. Τὴν μὲν γὰρ καλλίστην ἀγέλην ἐκείνην ἡ τοῦ Θεοῦ χάρις καθ' ἑκάστην συγκροτεῖ ἡμέραν, καθάπερ καὶ ὑμεῖς διὰ τῶν ἔργων αὐτῶν ἔγνωτε· οἱ δὲ ῥᾳθυμίᾳ τὰ παρ' ἑαυτῶν ἐλλιμπάνοντες, οὐ μικρὸν ἑαυτοῖς διὰ τῆς ῥᾳθυμίας ταύτης συνάγουσι κρῖμα. ΣΙΓʹ. Φιλίππῳ πρεσβυτέρῳ. Ἐθαύμασα, πῶς ἐν οὕτω χρόνῳ μακρῷ ἡμῖν οὐκ ἐπέσταλκας, ἀλλ' ἀγάπην μὲν περὶ ἡμᾶς ἐπιδείκνυσαι καὶ ἀπόντας πολλὴν, γραμμάτων δὲ ἡμῖν οὐ μετέδωκας τῶν σῶν. Νῦν γοῦν ἡμῖν γράφειν μὴ κατοκνήσῃς, τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν· ὡς ἡμεῖς γε, καὶ μὴ γράφοντός σου, τὰ σὰ περιεργαζόμεθα, καὶ ἔγνωμεν, ὅτι καὶ τῆς σχολῆς ἐξεβλήθητε, τὴν ὑμῖν πρέπουσαν παῤῥησίαν ἐπιδειξάμενοι. Τοῦτο ὑμῖν μισθὸς, τοῦτο πραγματεία οὐράνιος, τοῦτο στέφανος ἀκήρατος, τοῦτο βραβείων πλῆθος. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, γενναίως φέρετε τὰ συμπίπτοντα. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τοὺς πειρασμοὺς λῦσαι τούτους, καὶ ταχίστην ποιῆσαι γαλήνην, καὶ τῆς ὑπομονῆς ὑμῖν ταύτης πολὺν καὶ ἐν τῷ μέλλοντι αἰῶνι δοῦναι τὸν μισθόν. ΣΙ∆ʹ. Σεβαστιανῷ πρεσβυτέρῳ. Εἰ καὶ τῷ σώματι κεχωρίσμεθά σου τῆς τιμιότητος, ἀλλὰ καὶ τῇ ἀγάπῃ σοι συνδεδέμεθα, καὶ ὅπουπερ ἂν ὦμεν, περιφέρομέν σου τὴν διάθεσιν ἐπὶ τῆς μνήμης, κἂν εἰς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα. Ὅτι δὲ καὶ αὐτὸς ἄληστον ἔχεις τὴν μνήμην ἡμῶν, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα 52.730 γάρ σου τὸ γνήσιον τῆς διαθέσεως, τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον τῆς γνώμης. ∆ιὸ καὶ παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Σφόδρα γὰρ ἡμῖν περισπούδαστον περὶ ταύτης μανθάνειν· καὶ πολλὴν καὶ ἐν ἐρημίᾳ διατρίβοντες ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσόμεθα τὴν παράκλησιν. ΣΙΕʹ. Πελαγίῳ πρεσβυτέρῳ. Οἶδά σου τὸ πρᾶον, τὸ ἐπιεικὲς, τὸ χρηστὸν, τὸ γλυκὺ, τὸ θερμὸν τῆς ἀγάπης, τὸ γνήσιον τῆς διαθέσεως τῆς περὶ ἡμᾶς. ∆ιὸ καὶ προσαγορεύω σου τὴν τιμιότητα μετὰ πολλῆς τῆς προθυμίας, καὶ δῆλον