1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

101

ἐκκλησίαι ἐπ' ἔτος ᾠκοδομήθησαν, καὶ τίνες ἄνδρες ἅγιοι μετέστησαν εἰς τὴν Φοινίκην, καὶ εἴ τις πλέον γέγονε προκοπή. Καὶ γὰρ ἀπὸ Νικαίας εὑρών τινα μονάζοντα ἐγκεκλεισμένον, ἔπεισα αὐτὸν ἐλθεῖν πρὸς τὴν σὴν εὐλάβειαν, καὶ ἀπελθεῖν εἰς Φοινίκην. Εἰ παραγέγονεν οὖν δηλῶσαί μοι σπούδασον. Τοῦ Σαλαμῖνος ἕνεκεν χωρίου τοῦ κατὰ τὴν Κύπρον κειμένου, τοῦ ὑπὸ τῆς αἱρέσεως τῶν Μαρκιωνιστῶν πολιορκουμένου, ἤμην διειλεγμένος οἷς ἐχρῆν, καὶ κατωρθωκὼς τὸ πᾶν, ἀλλ' ἔφθην ἐκβληθείς. Εἰ τοίνυν μάθοις τὸν κύριόν μου Κυριακὸν τὸν ἐπίσκοπον ἐπὶ τῆς Κωνσταντινουπόλεως διατρίβειν, ἐπίστειλον αὐτῷ ταύτης ἕνεκεν τῆς ὑποθέσεως, καὶ τὸ πᾶν ἀνύσαι δυνήσεται. Καὶ μάλιστα τοὺς πρὸς τὸν Θεὸν παῤῥησίαν ἔχοντας παρακάλει πολλῇ κεχρῆσθαι τῇ εὐχῇ, πολλῇ τῇ ἐκτενείᾳ, ὥστε τὸ τῆς οἰκουμένης τοῦτο ναυάγιον παύσασθαι. Ἀφόρητα γὰρ καὶ τὴν Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς τὸ καθ' ἕκαστον λέγειν, ἐκεῖνο μόνον ἐρῶ, ὅτι εὐχῶν πολλῶν χρεία, καὶ δεήσεων ἐκτενῶν. ΣΚΒʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Καὶ τὸ γράψαι, καὶ προτέρους ἐπιπηδῆσαι τοῖς πρὸς ἡμᾶς γράμμασι, καὶ τὸ γράμματα παρ' ἡμῶν αἰτῆσαι, καὶ τὸ κελεῦσαι ὑπερβῆναι μέτρον ἐπιστολῆς, ἔδειξε τοὺς ἀκορέστους καὶ μανικοὺς ἡμῶν ἐραστάς. Τοῦτο τὴν ἐρημίαν, ἐν ᾗ διατρίβομεν, οὐκ ἀφίησιν ἐρημίαν φαίνεσθαι· τοῦτο τὰς ποικίλας καὶ συνεχεῖς ἡμῶν περιστάσεις παραμυθεῖται. Τί γὰρ 52.734 ἀγάπης ἴσον; Οὐκ ἔστιν οὐδέν. Αὕτη καὶ ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ ἐστὶ τῶν ἀγαθῶν, ἀρετὴ πόνον οὐκ ἔχουσα, ἀρετὴ ἡδονῇ συγκεκληρωμένη, καὶ πολλὴν φέρουσα τοῖς γνησίως αὐτὴν μετιοῦσι τὴν εὐφροσύνην. ∆ιὰ ταῦτα χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι οὕτω γνησίως διετηρήσατε τὴν περὶ ἡμᾶς διάθεσιν· καὶ ἡμεῖς δὲ ὅπουπερ ἂν ὦμεν, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, περιφέροντες ὑμᾶς ἄπιμεν, ἐγκολάψαντες ὑμᾶς τῇ διανοίᾳ, καὶ τῷ συνειδότι ἐναποθέμενοι, καὶ οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν περιστάσεων ὄχλος ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἐμμέλειαν τὴν ὑμετέραν πεποίηκεν, ἀλλ' ὡς χθὲς καὶ πρώην ὑμῖν συγγενόμενοι, μᾶλλον δὲ ὡς ἀεὶ μεθ' ὑμῶν ὄντες, ὥσπερ οὖν καὶ ἐσμὲν, οὕτως ὑμᾶς ὁρῶμεν, καὶ φανταζόμεθα τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς. Τοιοῦτον γὰρ τὸ φιλεῖν· οὐ διείργεται ὁδοῦ διαστήμασιν, οὐ μαραίνεται ἡμερῶν πλήθει, οὐ νικᾶται θλίψεων περιστάσει, ἀλλ' εἰς ὕψος αἴρεται διὰ παντὸς, καὶ φλογὸς μιμεῖται δρόμον. Καὶ τοῦτο ἴστε μάλιστα πάντων, ἐπειδὴ καὶ φιλεῖν μάλιστα πάντων ἐπίστασθε· διὸ καὶ σφόδρα ὑμᾶς μακαρίζομεν. Εἰ γὰρ καὶ ἡμεῖς οἰκτροὶ καὶ εὐτελεῖς, ἀλλ' ὁ Θεὸς ἱκανὸς ὑμῖν δοῦναι τῆς ἀγάπης ταύτης μείζονα τὴν ἀνταμοιβὴν, καὶ πολλῷ πλείονα· καὶ γὰρ ἐκ πολλοῦ τοῦ περιόντος ἀεὶ νικᾷ ταῖς ἀντιδόσεσι τοὺς ἀγαθόν τι ποιοῦντας ἢ λέγοντας. Ἐγὼ μὲν οὖν ἐβουλόμην καὶ αὐταῖς ὄψεσιν ὑμᾶς ἰδεῖν, καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαι συνουσίας, καὶ ἐμφορηθῆναι καὶ τούτῳ τῷ τρόπῳ τῆς ἀγάπης ὑμῶν· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, οὐ δι' ὄκνον καὶ ῥᾳθυμίαν, ἀλλὰ διὰ τὸ τῇ ἀνάγκῃ τῆς ἐξορίας πεπεδῆσθαι, τὸν γοῦν δεύτερον ἡμᾶς μὴ ἀποστερήσητε πλοῦν, ἀλλὰ πέμπετε ἡμῖν νιφάδας ἐπιστολῶν, τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούσας. Εἰ γὰρ τοιαῦτα δεξαίμεθα γράμματα συνεχῶς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, καὶ ταῦτα ἐν ἀλλοτρίᾳ διατρίβοντες. Εἰδότες οὖν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐν ὅσῃ καταστήσετε ἡμᾶς εὐφροσύνῃ, μὴ φθονήσητε τῆς τοσαύτης ἡμῖν ἡδονῆς. Ὁμιλοῦντες γὰρ ὑμῶν τοῖς γράμμασιν, αὐτοὺς ὑμᾶς ἡγησόμεθα ἐνταῦθα παρεῖναι, καὶ τρανοτέραν ἐντεῦθεν τῆς παρουσίας ὑμῶν ληψόμεθα τὴν φαντασίαν. ΣΚΓʹ. Ἡσυχίῳ. Ἐγὼ μὲν ἐπεθύμουν καὶ μὴ γράψας πρὸς τὴν σὴν ἐμμέλειαν πρότερος δέξασθαι ἐπιστολήν· τοῦτο γὰρ μάλιστα ἐραστοῦ σφοδροτάτου· οὐκ ἀνεμείναμεν δὲ ἡμεῖς τὰ σὰ γράμματα, ἀλλὰ πρότεροι τῷ γράφειν ἐπεπηδήσαμεν, τὸν θερμὸν ἔρωτα, ὃν περὶ τὴν σὴν ἐμμέλειαν ἔχομεν, κἀν τούτῳ δεικνύντες. Πλὴν ἀλλὰ καὶ τούτου σοι