1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

103

ἡμᾶς; Καίτοι παραγέγονας, καὶ μεθ' ἡμῶν εἶ, καὶ ἀπὸ τῆς γνώμης σου τὸ πᾶν ἀπειλήφαμεν, καὶ οὐδέν σοι ὑπὲρ τούτων ἀπολογίας δεῖ. Ἀρκεῖ γὰρ ἡ θερμή σου καὶ γνησία ἀγάπη, ἡ οὕτως ἀκμάζουσα διηνεκῶς, ἀντὶ πολλῆς εὐφροσύνης ἡμῖν γενέσθαι. Ἀλλ' ἐπειδὴ οὐκ εἰς τὴν τυχοῦσαν φροντίδα ἡμᾶς ἐνέβαλες, περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ πρὸς ὑγείαν καθαρὰν ἐπαναγαγεῖν, ἐξ αὐτῆς ἡμῖν δήλωσον, ὥστε ἡμᾶς ἀπαλλαγῆναι τῆς φροντίδος. Ὅπερ γὰρ ἀεὶ γράφων ἐδήλωσα, τοῦτο καὶ νῦν δηλῶ, ὅτι, ὅπουπερ ἂν ὦμεν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπενεχθῶμεν, σὲ καὶ τὰ σὰ μεριμνῶντες οὐ διαλιμπάνομεν. Τοιαῦτα ἡμῖν ἐνέχυρα τῆς θερμῆς καὶ γνησίας σου ἀγάπης ἐναπέθου, ἅπερ οὐδέποτε σβεσθῆναι δύναται, οὐδὲ καταμαρανθῆναι τῷ χρόνῳ· ἀλλὰ κἂν πλησίον σου ὦμεν τῆς εὐγενείας, κἂν πόῤῥωθεν, ἀεὶ διαφυλάττομεν τὴν αὐτὴν ἀγάπην, εἰδότες τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς διαθέσεώς σου, ἧς διαπαντὸς ἀπελαύσαμεν τοῦ χρόνου. ΣΚΗʹ. Θεοδώρῳ ἰατρῷ. Αὐτὸς μὲν εἰς τὴν τῶν πραγμάτων ἀσχολίαν καταφεύγεις, καὶ ἀπολογίαν ἐντεῦθεν ὑφαίνεις τοῦ μὴ παραγενέσθαι· ἐγὼ δὲ οἶμαι οὐδὲν τούτων σε δεῖσθαι τῶν λόγων. Καὶ γὰρ παραγέγονας, καὶ τῶν ἀφικομένων πρὸς ἡμᾶς οὐδὲν ἔλαττον ἔχεις κατὰ τὸν τῆς ἀγάπης λόγον· ἀπὸ γὰρ τῆς γνώμης σε ἀνακηρύττοντες ὁμοίως ἐκείνοις, εἰς τοὺς πρώτους σε τῶν φίλων γράφομεν, καί σοι χάριτας ἴσμεν, ὅτι ὀλίγα συγγενόμενος ἡμῖν, τάχα δὲ οὐδ' ὀλίγα, τῶν πολὺν ἡμῖν συντραφέντων χρόνον οὐκ ἐλάττονα περὶ ἡμᾶς ἐπιδείκνυσαι ἔρωτα. ∆ιὰ ταῦτά σοι χάριτας ἴσμεν πολλὰς, καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν παρόντα σε θεάσασθαι· ἀλλ' ἵνα μὴ πολλοὺς ἀδικήσωμεν τοὺς καὶ 52.737 τῶν χειρῶν τῶν σῶν καὶ τῆς γλώττης δεομένους τῆς σῆς, καὶ τοσοῦτον αὐτοῖς προσχώσωμεν λιμένα, οὐ τολμῶμεν ἐνταῦθά σε ἑλκύσαι. Ἀλλ' ἡνίκα ἂν ἐξῇ, παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ἂν τοιαύτας δεχώμεθα παρὰ τῆς σῆς ἐμμελείας ἐπιστολάς. ΣΚΘʹ. Σευήρᾳ. Ἐγὼ μέν σου τὴν εὐγένειαν εἶδον οὐδέποτε σωματικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ἀγάπης πάντων μάλιστα ἐθεασάμην· ἐπειδήπερ, κἂν πολὺ τὸ μέσον ᾖ τῶν διαστημάτων, ταύτην οὐδέποτε διείργει τὴν θεωρίαν. Ὁ γὰρ κύριός μου ὁ ποθεινότατος Λιβάνιος ὑπογράφων ἡμῖν τὸν ζῆλον τῆς σῆς εὐγενείας, τὸν ὑπὲρ τῆς ὀρθῆς πίστεως, καὶ τὴν σπουδὴν, σφόδρα ἡμᾶς ἀνεπτέρωσε. ∆ιὸ καὶ μηδέποτέ σε ἑωρακότες, ἐπεπηδήσαμεν πρῶτοι τοῖς πρὸς τὴν σὴν εὐλάβειαν γράμμασι, παρακαλοῦντες καὶ αὐτὴν ἡμῖν ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ. Εἰ γὰρ ἔλθοι παρὰ τῆς σῆς ἐμμελείας ἐπιστολὴ ἀπαγγέλλουσα ἡμῖν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, μεγίστην, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν. Ἀγάπης γὰρ ἴσον οὐδέν. ΣΛʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Πολλὰς ἔχω χάριτας τῷ κυρίῳ μου τῷ ποθεινοτάτῳ Λιβανίῳ, ὅτι καὶ οἴκοθεν ἀνέστη, καὶ ἐνταῦθα παρεγένετο, καὶ πάλιν πρὸς τὴν σὴν εὐλάβειαν ἀφίκετο, καὶ τούτῳ μάλιστα χάριτας αὐτῷ οἶδα. Ἐμοὶ γὰρ πᾶσα σπουδὴ, τιμῆς σε καὶ θεραπείας ἀπολαύειν ἁπάσης παρὰ πάντων· οὐκ ἐπειδὴ αὐτῷ σοὶ τούτων δεῖ, ἀλλ' ἐπειδὴ τοῦτο συμφέρει ταῖς Ἐκκλησίαις, ταῖς τε χειμαζομέναις, ταῖς τε ἀχειμάστοις. Ἀποδεχόμενος τοίνυν αὐτὸν τῆς εὐνοίας, δέσποτά μου τιμιώτατε καὶ θεοφιλέστατε, καὶ πάντα παρ' αὐτοῦ μαθὼν μετὰ ἀκριβείας, τά τε ἐν Ἀντιοχείᾳ, καὶ τὰ ἡμέτερα καὶ γὰρ καὶ ταῦτα ἐρεῖ, ὀλίγον μὲν ἡμῖν συγγενόμενος χρόνον, μαθὼν δὲ ὅπως διάγομεν, ἔκπεμψον αὐτὸν χαίροντα καὶ εὐφραινόμενον. Καὶ γὰρ καὶ τῆς θεοσεβείας ἐκκρέμαται τῆς σῆς, καὶ ἡμῶν σφοδρός ἐστιν ἐραστής. Τὸν δεσπότην μου τὸν ποθεινότατον καὶ τιμιώτατον Ἀσυγκρίτιον τὸν πεσβύτερον προσειπεῖν παρ' ἡμῶν παρακλήθητι μετὰ τῶν ποθεινοτάτων αὐτοῦ τέκνων, καὶ πάντα σου τὸν κλῆρον, ὃν ἐπαίδευσας ἐν βραχεῖ τὸν σὸν περὶ ἡμᾶς μιμεῖσθαι ἔρωτα. Οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἔλαθεν, ὅσην περὶ ἡμᾶς