1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

105

τὰ πεμφθέντα· ἐπὶ δὲ τῆς σῆς τιμιότητος καὶ ἀπολογούμεθα, καὶ παρακαλοῦμεν μηδὲν ἀλγῆσαι, καὶ οὐ πρότερον ἀποστησόμεθα συνεχῶς ταῦτα λέγοντες, ἕως ἂν ἡμῖν δηλοποιήσῃς, ὅτι οὐκ ἤλγησας. Ἂν γὰρ τοιούτων ἐπιτύχωμεν γραμμάτων, διπλασίονα, καὶ τριπλασίονα, καὶ πολλαπλασίονα τῶν ἀποσταλέντων ἡγούμεθα δεδέχθαι. Ἱκανὸν γὰρ μάλιστα τοῦτο δεῖξαι καὶ τὴν αἰδῶ, καὶ τὴν τιμὴν, ἣν ἔχεις πρὸς ἡμᾶς. ΣΛΓʹ. Πρὸς τὸν Ἀντιοχείας. Ἔδει μὲν τὴν ὑμετέραν εὐλάβειαν μὴ τοῖς ῥήμασι τῶν εἰρηκότων παρατρέπεσθαι τὴν διάνοιαν, ἀλλ' ἐν τῷ πλήθει τοῦ ψεύδους μετὰ πολλῆς τῆς σκέψεως ἀνιχνεύεσθαι τὴν ἀλήθειαν. Εἰ γὰρ ἅπαντα τὰ θρυλλούμενα ἀλήθειαν ὑπολάβοις, κινδυνεύσειαν ἂν ἅπαντες· εἰ δὲ κρίσει καὶ νόμοις ἀνιχνεύεται τὰ λανθάνοντα, κριτήριον ἂν ἔγωγε παρ' ὑμῶν ἐπεζήτησα, εἰ μή τις ἕτερα αὖθις ὅπλα συκοφαντίας μοι ἐπιπνεύσει. ∆έδοικα γὰρ, δέδοικα λοιπὸν τὰς σκιὰς, καὶ τὰ φαντάσματα, ἐπειδὴ αὐτοὶ ἐδικαιώσατε οὕτως. Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόῤῥωθεν ἔστησαν, καὶ πόῤῥωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν. Ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα με ναυάγιον ὑπομεῖναι ἐποιήσατε. Ἀλλ' εἰ καὶ τῆς πόλεως ἐκβάλλομαι, καὶ τῆς Ἐκκλησίας ἀπείργομαι, πείθομαι πρὸς πᾶσαν ἀποδύσασθαι τιμωρίαν. Κέκριται γάρ μοι φιλοσοφεῖν, καὶ φέρειν γενναίως τὰ δυσχερῆ. Οἶδα γὰρ, οἶδα σαφῶς τὴν ἐρημίαν εὐτονωτέραν εἶναι τῆς πόλεως, καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα. Ἔῤῥωσο. ΣΛ∆ʹ. Βρίσωνι. Ἑβδομήκοντα σχεδὸν ἡμέρας ἀναλώσαντες κατὰ τὴν ὁδὸν, ὅθεν λογίζεσθαι ἔξεστι τῇ θαυμασιότητί σου, ὅσα τε καὶ ἡλίκα πεπόνθαμεν κακὰ, φόβῳ τε Ἰσαυρικῷ πολιορκούμενοι πολλαχοῦ, καὶ πυρετοῖς ἀφορήτοις παλαίοντες, ὀψέ ποτε ἀπηντήσαμεν εἰς τὴν Κουκουσὸν, τὸ πάσης τῆς οἰκουμένης ἐρημότατον χωρίον. Καὶ ταῦτα λέγω οὐκ ἀξιῶν ἐνοχλῆσαί τινα, ὥστε ἡμᾶς μεταστῆσαι ἐντεῦθεν τὸ γὰρ χαλεπώτατον διηνύσαμεν, τῆς ὁδοῦ τὴν ταλαιπωρίαν, ἀλλ' 52.740 ὑμᾶς χάριν αἰτῶ, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, μηδὲ, ἐπειδὴ ποῤῥωτέρω μετῳκίσθημεν ὑμῶν, καὶ ταύτης ἡμᾶς ἀποστερῆσαι τῆς παραμυθίας. Ἴστε γὰρ ὅση παράκλησις ἡμῖν γίνεται, εἰ καὶ τὰ ἡμέτερα ἐν θλίψει καὶ περιστάσει, ὅταν ἀκούωμεν τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς, ὅτι ἐν εὐθυμίᾳ καὶ ὑγείᾳ ἐστὲ, καὶ ἀδείᾳ πολλῇ. Ἵν' οὖν ἐντεῦθεν πολλῆς ἀπολαύωμεν τῆς εὐφροσύνης, γράφε ταῦτα συνεχῶς ἡμῖν. Οὐ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνακτήσῃ, ἀλλὰ πολλῆς ἡμᾶς παρασκευάσεις ἀπολαῦσαι τῆς παραμυθίας· καὶ γὰρ οὐκ ἀγνοεῖς, ὅπως χαίρομεν τοῖς σοῖς ἀγαθοῖς. ΣΛΕʹ. Πορφυρίῳ ἐπισκόπῳ Ῥωσοῦ. Οἶδά σου τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον, τὸ ἀκλινὲς, καὶ ὡς οὐδεμία πραγμάτων δυσκολία αὐτὴν παρασαλεῦσαι δύναιτ' ἄν· τοῦτο διὰ τῶν ἔργων ἔδειξας. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, καίτοι ἐν ἀῤῥωστίᾳ καθεστῶτες, καὶ εἰς τὸ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον χωρίον ἀπενεχθέντες, τὴν Κουκουσὸν, καὶ ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πολιορκούμενοι, καὶ ἐν πολλαῖς ὄντες περιστάσεσι, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ἀποδίδομεν πρόσρησιν τῇ εὐλαβείᾳ τῇ σῇ, τῷ σώματι μὲν διεστηκότες, τῇ ψυχῇ δὲ συνδεδεμένοι, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παράκλησιν. Εἰ γὰρ καὶ πολλὴ τῆς ἐντεῦθεν διατριβῆς ἡ δυσκολία, ἀλλ' ἓν τοῦτο μέγιστον ἐντεῦθεν καρπούμεθα, τὸ ἐκ γειτόνων ὑμῖν εἶναι, καὶ συνεχῶς δύνασθαι, ὀλίγου τοῦ μέσου τῆς ὁδοῦ ταύτης ὄντος, καὶ ἐπιστέλλειν πρὸς τὴν ὑμετέραν εὐλάβειαν, καὶ δέχεσθαι παρ' ὑμῶν γράμματα. Καὶ γὰρ ταύτης ἀπολαύοντες τῆς ἑορτῆς ἑορτὴν γὰρ ἐγὼ τοῦτο τίθεμαι, καὶ πανήγυριν, καὶ πολλῆς ἡδονῆς ὑπόθεσιν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας, καὶ τοῦ φόβου, καὶ τῆς ἀγωνίας ληψόμεθα. ΣΛʹ. Καρτερίῳ ἡγεμόνι. Ἐρημότατον μὲν χωρίον μεθ' ὑπερβολῆς ἡ Κουκουσός· πλὴν ἀλλ' οὐχ οὕτως ἡμᾶς τῇ ἐρημίᾳ λυπεῖ, ὡς εὐφραίνει τῇ ἡσυχίᾳ, καὶ τῷ μηδαμόθεν ἡμῖν πράγματα παρέχειν. ∆ιὸ καθάπερ εἰς λιμένα τινὰ τὴν ἐρημίαν ταύτην ἀπηντηκότες, οὕτω καθήμεθα ἀπὸ τῶν κατὰ τὴν ὁδὸν κακῶν ἀναπνέοντες, καὶ τῇ ἡσυχίᾳ ταύτῃ τῆς ἀῤῥωστίας καὶ τῶν ἄλλων κακῶν, ὧν ὑπεμείναμεν, τὰ