1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

107

συμπίπτοντα, καὶ διὰ παντὸς αὐτὸν δοξάζειν. Ἐπεὶ καὶ ὁ Ἰὼβ ἀπὸ τῶν τοιούτων ἐστεφανώθη ῥημάτων. Ἀνάμενε δὴ καὶ τὴν ἐπὶ τὸ χρηστότερον μεταβολὴν, καὶ μὴ διαλίπῃς τὸν Θεὸν ὑπὲρ τούτου παρακαλοῦσα, καὶ γράψαι ἡμῖν σπούδασον, ὅτι γέγονέ τι πλέον ἀπὸ τῶν ἡμετέρων γραμμάτων εἰς εὐθυμίας σοι λόγον, εἴγε μὴ βούλει θολοῦν ἡμῶν τὴν εὐφροσύνην. Ἡμεῖς γὰρ ἐνταῦθα πολλῆς ἀπολαύομεν ἡδονῆς, ἐντρυφῶντες τῇ συνουσίᾳ τοῦ ἁγιωτάτου ἐπισκόπου, καὶ τῇ ἡσυχίᾳ τοῦ χωρίου τούτου, καὶ τῇ πολλῇ ἀπραγμοσύνῃ. Καὶ γὰρ ὁ τῶν Ἰσαύρων πέπαυται φόβος, τοῦ χειμῶνος αὐτοὺς συνελαύνοντος εἰς τὴν αὐτῶν. Μὴ δὴ τοσαύτην θολώσῃς ἡμῖν ἡδονήν. Εἰ γὰρ ἔλθοι γράμματα παρὰ τῆς σῆς τιμιότητος δηλοῦντα ἡμῖν, ὅτι ὥς σοι πρέπον ἐστὶ, καὶ ἀξίως τῆς ὑψηλῆς σου γνώμης τὰ συμπίπτοντα φέρεις, καὶ ἐντεῦθεν πολλὴν καρπωσόμεθα εὐθυμίας προσθήκην. Οὐχ ὡς ἔτυχε γὰρ ἡμᾶς ἀνεκτήσατο ἡ ἐπωφελὴς συνουσία τοῦ ἁγιωτάτου ἐπισκόπου, ὡς ἄλλους ἀντ' ἄλλων σχεδὸν ἐργάσασθαι, καὶ μὴ συγχωρῆσαι μηδὲ αἴσθησιν τῆς ξένης λαβεῖν· τοσαύτη ἡμᾶς περιστοιχίζεται ἀγαθῶν εὐφροσύνη, καὶ πλοῦτος ἡμᾶς περιῤῥεῖ πνευματικὸς, καὶ τὸν Θεὸν διὰ ταῦτα διηνεκῶς δοξάζοντες οὐ παυόμεθα. ΣΛΗʹ. Τοῦ αὐτοῦ πρὸς τὴν ἀδελφὴν αὐτοῦ. Συνάγει μὲν ἡμᾶς εἰς ἀγάπην καὶ φύσεως νόμος, καὶ τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας· ἡμεῖς δὲ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἑτέρωθεν, καὶ ὅθεν μάλιστα χρὴ, καὶ αἰδούμεθα καὶ φιλοῦμέν σου τὴν τιμιότητα, ὅτι σοι τῶν παρόντων λόγος οὐδεὶς, ὅτι τὸν καπνὸν ἤλασας, καὶ τὴν κόνιν ἔσβεσας, καὶ τὸν πηλὸν κατεπάτησας, καὶ κοῦφόν σοι γέγονε τὸ πτερὸν πρὸς τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν, καὶ οὔτε ἀνδρὸς μέριμνα, οὔτε παιδοτροφίας φροντὶς, οὔτε οἰκίας ἐπιμέλεια, οὔτε ὁ ἐντεῦθεν τικτόμενος θόρυβος ἴσχυσεν ὑποσκελίσαι σοι τὸν δρόμον καὶ βραδύτερον ἐργάσασθαι, ἀλλ' αὐτοῖς δὴ τούτοις τοῖς δοκοῦσιν εἶναι κωλύμασιν εἰς πλεῖον τάχος πτήσεως κέχρησαι· καὶ οὐδὲ ἡ τοὺς γενναίους ταπεινοῦσα ἄνδρας Πενία γὰρ, φησὶν, ἄνδρα ταπεινοῖ ἴσχυσε κατενεγκεῖν, ἀλλὰ καὶ ὑψηλοτέραν εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἀρετή· οὐδενὶ τῶν ἀραχνίων τούτων ἐμποδίζεται, ἀλλὰ καὶ διασπάσασα αὐτὰ εὐκολώτερον ἢ τὰς ἀράχνας ταύτας, κέρδος ἐντεῦθεν συνάγει πολύ. Ταῦτα οὐχ ἁπλῶς ἐπεστάλκαμέν σου τῇ τιμιότητι, ἀλλ' ἐπειδὴ στοχαζόμεθα καὶ τῇ ἀποδημίᾳ τῇ ἡμετέρᾳ, τῷ τε θορύβῳ τῶν αὐτόθι πραγμάτων σφόδρα σε ταράττεσθαι καὶ ἀλύειν, τούτου χάριν γεγράφαμέν σου τῇ εὐλαβείᾳ, ἵνα ἐννοήσασα ὅτι ὁδὸς τὰ πράγματα, στενὴ μὲν ἡ τῆς ἀρετῆς, πλατεῖα δὲ ἡ τῆς κακίας, μήτε τοὺς μετὰ 52.744 ἁμαρτημάτων εὐημεροῦντας ζηλώσῃς, ἀλλὰ δακρύσῃς 52.744 μειζόνως ἐφόδιον γὰρ αὐτοῖς τῆς τιμωρίας ἡ εὐημερία γίνεται, μήτε τοὺς τὴν στενὴν ὁδεύοντας ταλανίσῃς, ἀλλὰ καὶ μακαρίσῃς μειζόνως, ἂν μετ' ἀρετῆς ὁδεύσωσι. Καὶ γὰρ καὶ τούτοις ἐφόδιον, καὶ προσθήκη τιμῶν καὶ στεφάνων, μετὰ τῆς ἀρετῆς καὶ ἡ στενοχωρία γίνεται τῶν παρόντων· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος οὐ διὰ τοῦτο μόνον ἀπετηγανίζετο, ὅτι ὠμὸς καὶ ἀπάνθρωπος ἦν, ἀλλὰ ὅτι καὶ ἐν πλούτῳ πολλῷ μείζονι, καὶ δαψιλῆ παρατιθέμενος τράπεζαν· ὁ δὲ Λάζαρος διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι μετὰ πολλῆς τῆς καρτερίας τὸν χαλεπὸν τῶν ἑλκῶν ἤνεγκε πόλεμον, τὴν πενίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἀπεῤῥῖφθαι, τὸ καταφρονεῖσθαι, τὸ προκεῖσθαι τράπεζα ταῖς τῶν κυνῶν γλώσσαις. Ταῦτα γὰρ πάντα εἰ καὶ πρὸ τῶν ἡμετέρων ἐπίστασαι γραμμάτων, ἀλλ' ἀναγκαῖον εἶναι νομίσαντες καὶ παρ' ἡμῶν σε ἀναμιμνήσκεσθαι, ἐπεστάλκαμεν, ὥστε μὴ τῇ τυραννίδι τῆς ἀθυμίας θολοῦσθαι. Εἰ γὰρ καὶ μὴ βούλομαι πάντα ἐνθεῖναι τοῖς γράμμασιν, οἶδα σαφῶς, ὅσα ὑμᾶς περιέστηκε λυπηρά· καὶ διὰ τοῦτο προσέθηκα τὴν ἐπιστολήν. Ἵν' οὖν καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλῆς ἀπολαύσωμεν τῆς ἡδονῆς, πέμψον ἡμῖν γράμματα, δηλοῦντα ἡμῖν, ὅτι ἴσχυσεν ἡμῶν αὕτη ἡ παραίνεσις, ὅσον ἐβουλόμεθα καὶ ἐπεθυμοῦμεν. Οὕτω γὰρ καὶ πόῤῥω καθήμενοι, πολλὴν ἐντεῦθεν καρπωσόμεθα τὴν εὐφροσύνην. Ἡμεῖς γὰρ καίτοι τοσαῦτα πεπονθότες, οὐδενὸς αἰσθανόμεθα, τόν