1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

108

τε μισθὸν ἐννοοῦντες ὧν ἐπάθομεν, καὶ ταχίστην ἐπὶ τὸ βέλτιον μεταβολὴν τὰ πράγματα προσδοκῶντες λήψεσθαι, ὡς καὶ αὐτὰ τὰ προοίμια δείκνυσι. Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, μηδὲν καταμαλακισθῇς πρὸς τοὺς τῆς ὑπομονῆς ἱδρῶτας, ἀλλὰ τῶν τε ἄλλων σου παιδίων ἐπιμελοῦ πλείων γάρ σοι νῦν ὁ μισθὸς, καὶ τὴν καλὴν Ἐπιφάνιον κατὰ τῷ Θεῷ δοκοῦν ἀνατρέφειν σπούδαζε. Οἶσθα γὰρ ὅσος παιδοτροφίας μισθός. Οὕτως ὁ Ἀβραὰμ ηὐδοκίμησε μετὰ τῶν ἄλλων, καὶ ἐντεῦθεν ὁ Ἰὼβ ἐστεφανοῦτο· καὶ τοῖς γονεῦσι τοῦτο συνεχῶς ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων· Ἐκτρέφετε τὰ τέκνα ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἔχεις σχολὴν ἱκανὴν ἀπαγαγεῖν σε τῶν περιττῶν καὶ ἀκαίρων φροντίδων καὶ τῆς ἀνονήτου λύπης, σχολὴν πολὺ φέρουσαν κέρδος, μεγάλῳ τῷ τῆς ἀρετῆς δυναμένην βρύειν καρπῷ, εἴγε βουληθείης ἔργον τοῦτο ποιήσασθαι. Περὶ γὰρ τῆς δεσποίνης μου τῆς μητρὸς οὐδὲν οἶμαι δεῖν οὐδὲ ἐπιστέλλειν, ἐπειδήπερ σοι σύνοιδα μετὰ τῶν ἄλλων καὶ τοῦτο τὸ κατόρθωμα, καὶ τὸν ἄφατον ἐντεῦθεν καρπὸν, καὶ ὅτι παιδίσκην ἅπασαν ὑπερηκόντισας ἐν τῇ περὶ αὐτὴν θεραπείᾳ. Ἀλλ' ὅμως ἐπειδὴ πρέπον ἐμοὶ καὶ περὶ τούτου διαλεχθῆναι, ἄκουσον τοῦ μακαρίου Παύλου λέγοντος τιμᾷν τοὺς γονέας, καὶ προστιθέντος· Ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις. Ἂν οὕτω σαυτὴν ἄγῃς, πολλοὺς μὲν σαυτῇ προαποθήσῃ τοὺς στεφάνους, πολλὴν δὲ ἡμῖν ἐργάσῃ τὴν ἡδονὴν, καὶ οὐδὲ πεπονθέναι τι τούτων ἡγησόμεθα ὧν πεπόνθαμεν, καὶ διὰ τοῦτο, ἀλλὰ τῷ ὄγκῳ τῆς εὐφροσύνης τῶν σῶν 52.745 ἀγαθῶν πτερούμενοι, καὶ εἰς τὰ οἰκεῖα εἶναι, καὶ μεθ' ὑμῶν διάγειν, καὶ κατὰ ῥοῦν ἡμῖν ἅπαντα φέρεσθαι ἡγησόμεθα. ΣΛΘʹ. Τοῦ αὐτοῦ πρὸς Οὐαλέριον καὶ ∆ιόφαντον πρεσβυτέρους. Μάλιστα μὲν καὶ μὴ γράψαντι γράψαι ἐχρῆν· τοιοῦτος γὰρ τῆς ἀγάπης ὁ νόμος· οὐκ ἀνέχεται ἐλαττοῦσθαι, ἀλλ' ἀεὶ φιλονεικεῖ νικᾷν τοὺς ἀγαπωμένους τῇ περιουσίᾳ τοῦ φιλεῖν· καὶ γράψαντα δὲ καὶ ἅπαξ, καὶ δὶς, οὐδὲ οὕτως ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀλλ' ἐσιγήσατε σιγὴν οὕτω μακρὰν πρὸς ἄνθρωπον ἐπιθυμοῦντα δέχεσθαι νιφάδας γραμμάτων. Καὶ ταῦτα οὐκ ἐγκαλῶν λέγω· οὐχ οὕτως ἀγνοῶ μου τὰ μέτρα· ἀλλ' ἀθυμῶν καὶ ὀδυνώμενος. Ὅσῳ γὰρ μετὰ πολλῆς τῆς ὑπερβολῆς ἐπιθυμῶ τῶν γραμμάτων, τοσούτῳ καὶ πλείονα τὴν ὀδύνην ἀποστερούμενος αὐτῶν ὑπομένω. Μικρᾶς οἴεσθε παρακλήσεως ἡμᾶς δεῖσθαι, μητρὸς καὶ ἀδελφῆς κεχωρισμένους, πατρίδος ἐκπεπτωκότας, χορὸν τοσούτων γνησίων οὐ δυναμένους βλέπειν, ἐρημίαν οἰκοῦντας πάσης ἐρημίας χαλεπωτέραν, Ἰσαύρων φόβῳ πολιορκουμένους; Μετὰ τῶν ἐμῶν καὶ τὰ κοινὰ καθ' ἑκάστην ἡμέραν ἀκούω τὰ κακὰ, καὶ πανταχοῦ τῆς οἰκουμένης βλαστάνοντα, καὶ καθ' ἑκάστην ἡμέραν μετὰ προσθήκης αὐξανόμενα, καὶ χαλεπά τινα ὠδίνοντα ναυάγια. Εἴθε μοι δυνατὸν ἦν παραστῆσαι τῷ λόγῳ τῆς ἀθυμίας τὴν τυραννίδα· τότε ἂν, καὶ μὴ λεγόντων ἡμῶν, αὐτοὶ ἂν μετέγνωτε ἐπὶ τῇ σιγῇ. Λυπεῖ δέ με πρὸς τούτοις τὸ μήτε εἰς γραμματηφόρων σπάνιν ἔχοντας καταφυγεῖν τοῦτο ποιῆσαι. Ὅπερ σημεῖόν ἐστιν ... ἀλλ' ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι δυσχερὲς, ὑμῖν δὲ καταλιμπάνω εἰδέναι, εἰ μὴ πολλῆς ταῦτα ὀλιγωρίας, καὶ τῆς καθ' ἡμῶν ὑπεροψίας. Ἀλλ' οὐδέν μοι τοῦτο μέλει, κἂν καταφρονῆτε, κἂν ὑπερορᾶτε τῆς ἡμετέρας σμικρότητος· ἓν ἐπιζητῶ μόνον, ὅπως ἂν διακέησθε, τὰ γράμματα τῆς θεοσεβείας ὑμῶν, τὰ πολλὴν ἔχοντα παράκλησιν. Καὶ γὰρ καὶ εἷς καὶ δεύτερος πολλάκις ἀφίκοντο πρὸς ἡμᾶς, καὶ νῦν ὁ κύριός μου ὁ τιμιώτατος ἀδελφὸς Λιβάνιος, καὶ οὐκ ἠξιώσατε ἡμᾶς τῶν ὑμετέρων γραμμάτων. Μὴ δὴ προσθῆτε, παρακαλῶ, τῇ ἀθυμίᾳ μου ἀθυμίαν ἑτέραν. Εἰ γὰρ μηδὲ μετὰ τὴν ἐπιστολὴν ταύτην βουληθείητε ἡμῖν ἐπιστεῖλαι, ἢ ὄκνῳ, ἢ ῥᾳθυμίᾳ ἐνδόντες, ἡμεῖς οὐ παυσόμεθα καὶ γράφοντες, καὶ μετὰ τοῦ γράφειν καὶ ὀλοφυρόμενοι καὶ θρηνοῦντες διὰ τὴν σιγὴν τὴν ὑμετέραν. Τούτου γάρ ἐσμεν κύριοι. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἡμῖν εἰς παράκλησιν, μᾶλλον δὲ καὶ τούτου χωρὶς ἡ μεγίστη ἡμῶν παραμυθία, τὸ μέχρι τῆς ἐρημίας αὐτῆς καὶ τῶν περάτων τῆς γῆς πρὸς γὰρ αὐτὰ τὰ πέρατα σχεδόν ἐσμεν νῦν φήμην ὑμῶν