1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

7

∆υνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι καὶ τοὺς σκανδαλισθέντας διορθῶσαι καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημάτων ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι καὶ κατασκαφέντα λαμπρότερα ἐργάσασθαι καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι. Εἰ γὰρ τὰ μὴ ὄντα ποιεῖ γενέσθαι καὶ τοῖς μηδαμοῦ μηδαμῶς φαινομένοις χαρίζεται τὸ εἶναι, πολλῷ μᾶλλον τὰ ὄντα καὶ γενόμενα διορθώσεται. Ἀλλὰ πολλοὶ οἱ ἀπολλύμενοι, πολλοὶ οἱ σκανδαλιζόμενοι. Πολλὰ πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ' ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν. Τί ταράττῃ καὶ ἀλύεις, εἰ ὁ δεῖνα ἑκβέβληται καὶ ὁ δεῖνα εἰσενήνεκται; Ὁ Χριστὸς ἐσταυροῦτο, καὶ Βαραββᾶς ὁ λῃστὴς ἐξῃτεῖτο, καὶ ὁ διεφθαρμένος ἐβόα δῆμος, τὸν ἀνδροφόνον τοῦ Σωτῆρος καὶ εὐεργέτου δεῖν μᾶλλον σωθῆναι. Πόσους νομίζεις ταῦτα ἐσκανδάλισε τότε; Πόσους ταῦτα τέως ἀπώλεσε; Μᾶλλον δὲ ἀνώτερον τὸν λόγον ἀναγκαῖον ἀγαγεῖν. Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν σπαργάνων ἀπῳκίζετο, διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν; Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρρης τὸ ξίφος ἠλαύνετο. Τί ταύτης χαλεπώτερον τῆς τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν καὶ ὁ μακρόθυμος Θεὸς ἠνείχετο τοιαύτης τολμωμένης τραγῳδίας, τοσούτου ῥέοντος αἵματος, καὶ ἠνείχετο κωλῦσαι δυνάμενος, ἀπορρήτῳ τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρου χώρας καὶ ηὐξήθη, πόλεμος αὐτῷ πανταχόθεν ἀνερριπίζετο. Καὶ πρῶτον μὲν οἱ Ἰωάννου μαθηταὶ διεφθόνουν καὶ ἐβάσκαινον, καίτοι γε ἐκείνου τὰ αὐτοῦ θεραπεύοντος, καὶ ἔλεγον ὅτι «Ὃς ἦν μετὰ σοῦ πέραν Ἰορδάνου, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.» Ταῦτα γὰρ ὑποκνιζομένων ἦν λοιπὸν τὰ ῥήματα καὶ φθόνῳ βαλλομένων καὶ τηκομένων τῷ πάθει. ∆ιὰ δὴ τοῦτο καὶ μετὰ Ἰουδαίου τινὸς εἷς τῶν μαθητῶν τῶν ταῦτα εἰρηκότων ἐφιλονείκει καὶ ἐπύκτευε τὸν περὶ καθαρσίων λόγον κινῶν καὶ βάπτισμα βαπτίσματι παραβάλλων, τὸ Ἰωάννου τῷ τῶν μαθητῶν τοῦ Χριστοῦ. «Ἐγένετο γάρ, φησίν, ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου τινὸς ζήτησις περὶ καθαρισμοῦ.» Ἐπειδὴ δὲ καὶ τῶν σημείων ἥψατο, πόσαι συκοφαντίαι; Οἱ μὲν Σαμαρείτην αὐτὸν ἐκάλουν καὶ δαιμονῶντα λέγοντες ὅτι «Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις»· οἱ δὲ πλάνον, λέγοντες· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον»· οἱ δὲ γόητα, λέγοντες ὅτι «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια»· καὶ συνεχῶς ταῦτα ἐπέλεγον καὶ ἀντίθεον ὠνόμαζον καὶ γαστρίμαργον καὶ ἀδηφάγον καὶ μέθυσον καὶ πονηρῶν καὶ διεφθαρμένων φίλον. «Ἦλθε γάρ, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἀμαρτωλῶν.» Καὶ ὅτε δὲ τῇ πόρνῃ διελέγετο, ψευδοπροφήτην αὐτὸν ἐκάλουν· «Εἰ γὰρ ἦν προφήτης, φησίν, ᾔδει τίς ἐστιν ἡ γυνὴ αὕτη ἡ λαλοῦσα αὐτῷ»· καὶ καθ' ἑκάστην ἡμέραν τοὺς ὀδόντας ἠκόνων κατ' αὐτοῦ. Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ, ἀλλ' οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ ὑγιῶς εἶχον πρὸς αὐτόν, ἀλλὰ καὶ ἐκ τῆς οἰκίας ὁ πόλεμος αὐτῷ ἀνερριπίζετο. Ὅρα γοῦν πῶς καὶ αὐτοὶ ἦσαν διεφθαρμένοι, ἐξ ὧν καὶ ὁ εὐαγγελιστὴς ἐπάγων ἔλεγεν· «Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.»