1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

8

7.4 Ἀλλ' ἐπειδὴ σκανδαλιζομένων μέμνησαι πολλῶν καὶ πλανωμένων, πόσους οἴει κατὰ τὸν καιρὸν τοῦ σταυροῦ σκανδαλισθῆναι τῶν μαθητῶν; Ὁ μὲν προέδωκεν, οἱ δὲ ἐδραπέτευσαν, ὁ δὲ ἠρνήσατο, καὶ πάντων ἀναχωρησάντων ἤγετο μόνος δεδεμένος. Πόσους τοίνυν οἴει πρώην ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαίροντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλίζεσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον, θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον, εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόντων καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς ἅπαντας μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως; Τί δὲ ἡνίκα ἐμαστιγοῦτο; Καὶ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον. Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ. Πόσους τοίνυν οἴει παρεῖναι τότε καὶ σκανδαλίζεσθαι ὁρῶντας αὐτὸν δεδεμένον, μεμαστιγωμένον, αἵματι περιρρεόμενον, ὑπὸ ἡγεμονικοῦ δικαστηρίου ἐξεταζόμενον καὶ οὐδένα τῶν μαθητῶν παρόντα; Τί δὲ ἡνίκα καὶ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγένοντο κατ' αὐτοῦ κωμῳδίαι, καὶ ποτὲ μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν, πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος; Πόσους οἴει σκανδαλίζεσθαι, πόσους θορυβεῖσθαι, πόσους ταράττεσθαι, ὅτε ἐπὶ κόρρης αὐτὸν ἔπαιον καὶ ἔλεγον· «Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;» καὶ ἦγον καὶ περιῆγον, πᾶσαν τὴν ἡμέραν εἰς τοῦτο ἀνηλίσκοντο, εἰς σκώμματα καὶ λοιδορίας καὶ χλευασίαν καὶ γέλωτα ἐν μέσῳ θεάτρῳ Ἰουδαϊκῷ; Τί δὲ ὅτε αὐτὸν ἐρράπιζεν ὁ δοῦλος τοῦ ἀρχιερέως; Τί δὲ ὅτε τὰ ἱμάτια αὐτοῦ διεμερίζοντο οἱ στρατιῶται; Ἡνίκα δὲ ἐπὶ τὸν σταυρὸν ἀνηνέχθη γυμνὸς ἐπὶ τοῦ νώτου τὰς μάστιγας ἔχων καὶ ἀνεσκολοπίζετο; Οὐδὲ γὰρ τότε οἱ ἄγριοι θῆρες ἐμαλάττοντο, ἀλλὰ μανικώτεροι μᾶλλον ἐγίνοντο καὶ τὰ τῆς τραγῳδίας ἐπετείνετο καὶ τὰ τῆς χλευασίας ηὔξετο. Οἱ μὲν γὰρ ἔλεγον· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν.» Οἱ δὲ ἔλεγον· «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» Ἄλλοι δὲ ἔλεγον· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν εἰς σέ.» Τί δὲ ὅτε τῇ σπογγιᾷ χολὴν καὶ ὄξος ποτίζοντες ἐνεπαροίνουν αὐτῷ; Τί δὲ ὅτε οἱ λῃσταὶ ἐλοιδόρουν αὐτῷ; Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον εἶναι ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ, καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν, οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν; Ἐνόμιζον γὰρ δύνασθαι κατασκευάζειν ἐκ τούτων ὅτι τοῦ λῃστοῦ χείρων ἦν καὶ οὕτω παράνομος ὡς μήτε φιλανθρωπίᾳ μήτε ἑορτῆς ἀξιώματι δύνασθαι σώζεσθαι. Πάντα γὰρ τούτου ἕνεκεν ἐποίουν ὥστε αὐτοῦ τὴν ὑπόληψιν διαβαλεῖν· διά τοι τοῦτο καὶ τοὺς δύο λῃστὰς αὐτῷ συνεσταύρωσαν. Ἀλλ' ἡ ἀλήθεια οὐ συνεσκιάζετο, ἀλλὰ καὶ μειζόνως διέλαμπε. Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες· «Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα ἀντιλέγει τῷ Καίσαρι», τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, τυραννίδος ἐπάγοντες ἔγκλημα. Καὶ ἐπὶ βλασφημίᾳ δὲ αὐτὸν ἐσυκοφάντουν. Ὁ γὰρ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων· «Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;» Ὁ δὲ θάνατος αὐτοῦ οἷος; οὐ καταδίκων; οὐκ ἐπαράτων; οὐχ ὁ αἴσχιστος; οὐχ ὁ τῶν τὰ ἔσχατα παρανενομηκότων καὶ οὐκ ἀξίων ὄντων οὐδὲ ἐπὶ τῆς γῆς τὴν ψυχὴν ἀφεῖναι; Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος ἐπληροῦτο μέρει; Ἐλθὼν γάρ τις τὸ σῶμα αὐτοῦ ἐξῃτήσατο. Οὕτως οὐδὲ ὁ θάπτων αὐτὸν ἦν τῶν οἰκείων, τῶν