1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

10

ἀνέσει καὶ εὐθυμίᾳ διάγεις.

8.t ΕΠΙΣΤΟΛΗ Ηʹ 8.1 Ἤρκει μὲν καὶ ἡ πρώην ἐλθοῦσα ἐπιστολὴ πρὸς τὴν ἐμμέλειαν τὴν σὴν καταστεῖλαί σου τῆς ὀδύνης τὴν φλεγμονήν· ἐπειδὴ δέ σε σφόδρα κατειργάσατο τῆς ἀθυμίας ἡ τυραννίς, ἀναγκαῖον εἶναι ἐνόμισα καὶ δευτέραν προσθεῖναι τῇ προτέρᾳ, ὥστε σε μετὰ δαψιλείας πολλῆς καρπώσασθαι τὴν παράκλησιν καὶ ἐν ἀσφαλεῖ σοι τὰ τῆς ὑγιείας εἶναι λοιπόν. ∆εῦρο δὴ οὖν καὶ ἑτέρωθεν διασκεδάσω σου τῆς ἀθυμίας τὴν κόνιν. Καὶ γὰρ ἀπὸ ἕλκους καὶ οἰδημάτων χαλεπῶν κόνιν οἶμαι αὐτὴν γεγενῆσθαι. Πλὴν ἀλλ' οὐδὲ οὕτως ἀμελητέον τῆς ἐπιμελείας τῆς σῆς. Ἐπεὶ καὶ ἡ κόνις τὸν μὴ μετὰ σπουδῆς αὐτὴν ἐκκλίνοντα ἐν τῷ καιριωτάτῳ τῶν μελῶν ἐπάγει τὴν λύμην, τὸ διειδὲς τῆς κόρης θολοῦσα καὶ ὁλόκληρον διαταράττουσα τοῦ ῥᾳθυμοῦντος τὸ ὄμμα, ἵν' οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, μετὰ σπουδῆς πολλῆς καὶ τὸ λείψανον ἀνέλωμεν τοῦ κακοῦ. Ἀλλὰ διανάστηθι καὶ χεῖρα ἡμῖν ὄρεξον. Ὅπερ γὰρ ἐπὶ τῶν τὰ σώματα καμνόντων συμβαίνειν εἴωθεν, ἂν τὰ τῶν ἰατρῶν μὲν εἰσφέρηται, τὰ δὲ ἐκείνων ἐλλιμπάνῃ, διακόπτεται τῆς ὑγιείας τὸ κέρδος, τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. Ἵν' οὖν μὴ γένηται τοῦτο, καὶ τὰ παρὰ σεαυτῆς μετὰ τῆς προσηκούσης συνέσεως σπούδαζε εἰσφέρειν ἡμῖν, ὥστε ἑκατέρωθεν πολλὴν γενέσθαι τὴν ὠφέλειαν. «Ἀλλὰ βούλομαι μέν, ἴσως ἐρεῖς, οὐ δύναμαι δέ· οὐδὲ γὰρ ἀρκῶ διακρούσασθαι τὸ νέφος τὸ πυκνὸν καὶ ζοφῶδες τῆς ἀθυμίας, καίτοι σφόδρα φιλονεικοῦσα.» Σκῆψις ταῦτα καὶ πρόφασις· ἐγὼ γὰρ οἶδά σου τῶν λογισμῶν τὴν εὐγένειαν, οἶδα τῆς εὐλαβοῦς ψυχῆς τὴν ἰσχύν, τῆς συνέσεως τὸ πλῆθος, τῆς φιλοσοφίας τὴν δύναμιν, καὶ ὡς ἀρκεῖ σοι μόνον ἐπιτάξαι τῷ μαινομένῳ τῆς ἀθυμίας πελάγει καὶ πάντα ποιῆσαι γαλήνην. Ἵνα δέ σοι τοῦτο καὶ εὐκολώτερον γένηται, καὶ τὰ παρ' ἑαυτῶν εἰσοίσωμεν. Πῶς οὖν ῥᾳδίως δυνήσῃ τοῦτο ποιῆσαι; Καὶ τὰ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἀναλογιζομένη πάντα-καὶ γὰρ πολλὰ ταύτης ἕνεκεν ἡμῖν εἴρηται τῆς ὑποθέσεως ἐν ἐκείνῃ-καὶ μετ' ἐκείνων καὶ τοῦτο ποιοῦσα ὅπερ ἐπιτάττω νῦν ἐγώ. Τί δὲ τοῦτό ἐστιν; Ὅταν ἀκούσῃς ὅτι τῶν Ἐκκλησιῶν ἡ μὲν κατέδυ, ἡ δὲ σαλεύεται, ἑτέρα χαλεποῖς περιαντλεῖται κύμασιν, ἄλλη τὰ ἀνήκεστα πέπονθεν, ἡ μὲν λύκον ἀντὶ ποιμένος λαβοῦσα, ἡ δὲ πειρατὴν ἀντὶ κυβερνήτου, ἡ δὲ δήμιον ἀντὶ ἰατροῦ, ἄλγει μέν-οὐ γὰρ δεῖ τὰ τοιαῦτα ἀνωδύνως φέρειν-, ἄλγει δὲ μέτρον ἐπιθεῖσα τῇ λύπῃ. Εἰ γὰρ ἐν οἷς ἡμεῖς αὐτοὶ πλημμελοῦμεν καὶ ὑπὲρ ὧν μέλλομεν τὰς εὐθύνας ὑπέχειν, οὐκ ἀναγκαῖον οὐδὲ ἀσφαλές, ἀλλὰ καὶ σφόδρα ὀλέθριον καὶ βλαβερὸν τὸ μετὰ πολλῆς ἀλγεῖν τῆς σφοδρότητος, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἑτέροις πλημμελουμένων τὸ καταμαλακίζεσθαι καὶ κατακλᾶσθαι περιττόν τε καὶ μάταιον, καὶ πρὸς τούτοις σατανικὸν καὶ ψυχῆς ὄλεθρος. 8.2 Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἱστορίαν σοι διηγήσομαι παλαιάν. Κορίνθιός τις ἀνὴρ τῶν ἱερῶν ἀπολαύσας ναμάτων καὶ καθαρθεὶς διὰ τῆς τοῦ βαπτίσματος μυσταγωγίας καὶ τῆς φρικωδεστάτης μετασχὼν τραπέζης καὶ πάντων ἁπαξαπλῶς τῶν παρ' ἡμῖν κοινωνήσας μυστηρίων-πολλοὶ δέ φασιν ὅτι καὶ διδασκάλου τάξιν ἐπεῖχε-, μετὰ τὴν ἱερὰν ταύτην τελετὴν καὶ τὸ πάντων ἐντὸς γενέσθαι τῶν ἀπορρήτων ἀγαθῶν καὶ τὰ πρωτεῖα ἔχειν ἐπὶ τῆς Ἐκκλησίας, ἥμαρτεν ἁμαρτίαν χαλεπωτάτην. Τὴν γὰρ γυναῖκα τοῦ πατρὸς ἀδίκοις ἰδὼν ὀφθαλμοῖς, οὐκ ἔστη μέχρι τῆς πονηρᾶς ταύτης ἐπιθυμίας, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἀκόλαστον γνώμην ἐξήγαγε· καὶ ἦν τὸ τολμηθὲν οὐχὶ πορνεία μόνον, ἀλλὰ καὶ μοιχεία, μᾶλλον δὲ καὶ μοιχείας πολλῷ