1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

15

ἀποδυσάμεναι καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια-»ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίσκονται»-καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητὸν διὰ τῶν ἔργων κατορθοῦσαι καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα τὴν ἐπιθυμίαν διακρουόμεναι καὶ μαινομένην θάλασσαν καταστέλλουσαι καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι καὶ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξ οὐρίας φερόμεναι καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι καὶ μὴ κατακαιόμεναι, ἀλλ' ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς καὶ τὰ μείζονα δυνηθεῖσαι ὑπὸ τούτου κατηγωνίσθησαν. 8.7 Τοσοῦτον γάρ ἐστιν ἡ παρθενία πρᾶγμα, καὶ τοσού του δεῖται τοῦ πόνου, ὅτι κατελθὼν ὁ Χριστὸς ἐξ οὐρανοῦ, ἵνα τοὺς ἀνθρώπους ἀγγέλους ποιήσῃ καὶ τὴν ἄνω πολιτείαν ἐνταῦθα καταφυτεύσῃ, οὐδὲ τότε ἐθάρρησεν ἐπιτάξαι τοῦτο, οὐδὲ εἰς νόμου αὐτὸ τάξιν ἀγαγεῖν, ἀλλ' ἀποθνῄσκειν μὲν ἐνομοθέτησεν· οὗ τί βαρύτερον γένοιτ' ἄν; Καὶ σταυροῦσθαι διηνεκῶς καὶ ἐχθροὺς εὐεργετεῖν, παρθενεύειν δὲ οὐκ ἐνομοθέτησεν· ἀλλ' ἀφῆκεν ἐν τῇ τῶν ἀκουόντων κεῖσθαι προαιρέσει εἰπών· «Ὁ δυνάμενος χωρεῖν χωρείτω.» Καὶ γὰρ μέγας ὁ ὄγκος τοῦ πράγματος καὶ ἡ δυσκολία τῶν παλαισμάτων τούτων καὶ ὁ ἱδρὼς τῶν ἀγώνων καὶ σφόδρα ἀπόκρημνον τοῦτο τῆς ἀρετῆς τὸ χωρίον. Καὶ τοῦτο δηλοῦσι καὶ οἱ ἐν τῇ Παλαιᾷ πολλὰ κατορθώσαντες. Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα-καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε-, πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς. Καὶ ὁ πατριάρχης δὲ ὁ τοῦ παιδὸς ἱερεὺς τὸ μὲν τυραννικώτατον τῆς φύσεως καταπαλαῖσαι ἴσχυσε πάθος καὶ παῖδα ἀνελεῖν ἠδυνήθη καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον καὶ ἐπ' αὐτῷ σαλεύων μόνῳ καὶ ἐν ἐσχάτῳ γήρᾳ καὶ ἀρετῇ κομῶντα πολλῇ καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσεν, ἐπὶ τοιαύτῃ μέλλων ἀγαγεῖν πράξει, καὶ θυσιαστήριον ᾠκοδόμησε καὶ ξύλα συνέθηκε καὶ τὸ ἱερεῖον ἐπέθηκε καὶ μάχαιραν ἥρπασε καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε. Καὶ γὰρ καὶ ὤθησε καὶ ᾕμαξεν ὁ ἀδάμας ἐκεῖνος, μᾶλλον δὲ καὶ ἀδάμαντος στερρότερος· ὁ μὲν γὰρ ἐν τῇ φύσει τοῦτο κέκτηται, οὗτος δὲ διὰ τῆς κατὰ προαίρεσιν φιλοσοφίας φυσικὴν ἐμιμήσατο στερρότητα καὶ ἀγγέλων ἀπάθειαν διὰ τῶν ἔργων ἐπεδείξατο. Ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον καὶ αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα καὶ τὴν ἀπὸ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο. 8.8 Βούλει προσθῶ καὶ τὸν Ἰὼβ τοῖς εἰρημένοις, τὸν δίκαιον, τὸν ἀληθινόν, τὸν θεοσεβῆ, τὸν ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος; Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος οὐ παίων ἐκένωσεν αὐτοῦ τὴν βελοθήκην ἅπασαν καὶ