1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

25

προσδοκῶντα εἰς τὰς χεῖρας αὐτῶν ἐμπεσεῖσθαι. Οὐ δοκεῖ σοι μόνα ταῦτα τὰ παθήματα, εἰ καὶ μηδέν μοι ἕτερον συμβεβήκοι, πολλὰ ἡμῶν δύνασθαι διαλύειν τῶν ἁμαρτημάτων καὶ πολλήν μοι παρέχειν εὐδοκιμήσεως ἀφορμήν; Τὸ δὲ αἴτιον, ὡς ἔγωγε οἶμαι, πάντες εὐθέως εἰσελθόντα με ἐν Καισαρείᾳ, οἱ ἐν ἀξιώμασιν, οἱ ἀπὸ βικαρίων, οἱ ἀπὸ ἡγεμονίων σοφισταί, οἱ ἀπὸ τριβούνων, ὁ δῆμος ἅπας καθ' ἑκάστην ἑώρων τὴν ἡμέραν, ἐθεράπευον, ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν ἐβάσταζον· ταῦτα οἶμαι ὑποκνίσαι τὸν Φαρέτριον καὶ τὸν φθόνον τὸν ἐλάσαντα ἡμᾶς ἀπὸ Κωνσταντινουπόλεως οὐδὲ ἐνταῦθα ἡμῶν ἀποστῆναι, ὡς ἔγωγε οἶμαι· οὐδὲ γὰρ ἀποφαίνομαι ἀλλ' ὑποπτεύω. Τί ἄν τις εἴποι τὰ ἄλλα τὰ κατὰ τὴν ὁδόν, τοὺς φόβους, τοὺς κινδύνους; Ἅπερ καθ' ἑκάστην ἡμέραν ἀναμιμνησκόμενος αὐτὸς καὶ ἐν διανοίᾳ περιφέρων, πέτομαι ὑπὸ τῆς ἡδονῆς, σκιρτῶ ὡς θησαυρὸν μέγαν ἔχων ἀποκείμενον· καὶ γὰρ οὕτως ἔχω καὶ διάκειμαι. ∆ιὸ καὶ τὴν σὴν παρακαλῶ τιμιότητα χαίρειν ἐπὶ τούτοις, εὐφραίνεσθαι, σκιρτᾶν, τὸν Θεὸν δοξάζειν τὸν καταξιώσαντα ἡμᾶς τοιαῦτα παθεῖν. Καὶ παρὰ σαυτῇ παρακαλῶ ταῦτα ἔχειν καὶ πρὸς μηδένα ἐξειπεῖν, εἰ καὶ τὰ μάλιστα οἱ ἐπαρχικοὶ πᾶσαν ἐμπλῆσαι τὴν πόλιν ἔχουσι, καὶ αὐτοὶ περὶ τῶν ἐσχάτων κινδυνεύσαντες. Πλὴν παρὰ τῆς σῆς εὐλαβείας μηδεὶς εἰδέτω τοῦτο, ἀλλὰ καὶ κατάστελλε τοὺς λέγοντας. 9.4 Εἰ δὲ διὰ τὰ λείψανα τῆς κακώσεως ἀλγεῖς, μάθε σαφῶς ὅτι καθαρῶς ἁπάντων ἀπηλλάγην καὶ ἐρρωμενέστερον ἔχω τὸ σῶμα ἢ αὐτόθι διατρίβων. Τὸν δὲ κρυμὸν τί δέδοικας; Καὶ γὰρ καὶ οἰκήματα ἐπιτήδεια ἡμῖν κατεσκεύασται, καὶ πάντα ὁ κύριός μου ∆ιόσκορος ποιεῖ καὶ πραγματεύεται ὥστε μηδὲ μικρὰν αἴσθησιν ἡμᾶς λαβεῖν ἀπὸ τοῦ κρυμοῦ. Εἰ δέ ἐστιν ἀπὸ τῶν προοιμίων στοχάζεσθαι, ἐμοὶ ὁ νῦν ἀὴρ ἀνατολικὸς εἶναι δοκεῖ καὶ οὐδὲν ἔλαττον Ἀντιοχείας, τοσοῦτον τὸ θάλπος, τοσαύτη ἡ εὐκρασία τοῦ ἀέρος. Σφόδρα δέ με ἐλύπησας εἰποῦσα ὅτι «Ἴσως καὶ πρὸς ἡμᾶς λυπῇ ὡς ἀμελήσαντας». Καίτοι γε πρὸ πολλῶν ἡμερῶν ἐπέστειλα πρὸς τὴν σὴν τιμιότητα παρακαλῶν μὴ κινεῖν με ἐντεῦθεν. Ἐγὼ δὲ τοῦτο ἐννοῆσαι εἶχον πολλῆς σοι ἀπολογίας δεῖν καὶ πολλῶν ἱδρώτων καὶ καμάτου, ἵνα δυνηθῇς πρὸς τοῦτο ἀπολογήσασθαι τὸ ῥῆμα. Τάχα δὲ ἐκ μέρους καὶ ἀπολελόγησαι εἰποῦσα ὅτι «Ἁπλῶς λογίζομαι τοῦτο ὑπὲρ τοῦ αὔξειν τὴν θλῖψιν». Ἀλλὰ καὶ τοῦτο πάλιν ἔγκλημα μέγιστον τὸ λέγειν ὅτι «Καὶ προσφιλοτιμοῦμαι τοῖς λογισμοῖς τὰς ὀδύνας». ∆έον γὰρ πάντα σε ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τοῦ καταλύειν τὴν θλῖψιν, τὸ θέλημα τοῦ διαβόλου ποιεῖς αὔξουσα τὴν ἀθυμίαν καὶ τὴν λύπην. Ἢ οὐκ οἶσθα πόσον καὶ ἡ ἀθυμία; Τῶν δὲ Ἰσαύρων ἕνεκεν μηδὲν δέδιθι λοιπόν· καὶ γὰρ ὑπέστρεψαν εἰς τὴν χώραν αὐτῶν· καὶ ὁ ἡγεμὼν πάντα ἐποίησεν ὑπὲρ τούτου· καὶ ἐν ἀσφαλείᾳ ἐσμὲν πολλῷ μᾶλλον ἐνταῦθα ὄντες ἢ ὅτε ἐν Καισαρείᾳ ἦμεν. Οὐδένα γὰρ λοιπὸν δέδοικα ὡς τοὺς ἐπισκόπους πλὴν ὀλίγων. Ὅλως τοίνυν τῶν Ἰσαύρων ἕνεκεν μηδὲν δέδιθι· καὶ γὰρ ἀνεχώρησαν καὶ τοῦ χειμῶνος καταλαβόντος οἴκοι εἰσὶ συγκεκλεισμένοι, ἂν ἄρα λοιπὸν μετὰ τὴν Πεντηκοστὴν ἐξέλθωσιν. Πῶς δὲ λέγεις γραμμάτων οὐκ ἀπολαύειν; Ἤδη σοι τρεῖς ἔπεμψα ἐπιστολάς, τὴν μὲν διὰ τῶν ἐπαρχικῶν, τὴν δὲ δι' Ἀντωνίου, τὴν δὲ δι' Ἀνατολίου τοῦ οἰκέτου σου, πολυστίχους· τὰς δὲ δύο μάλιστα φάρμακον σωτήριον, πάντα ἀθυμοῦντα, πάντα σκανδαλιζόμενον ἱκανὰς ἀνακτήσασθαι καὶ πρὸς καθαρὰν εὐθυμίαν ἀγαγεῖν. Λαβοῦσα τοίνυν ταύτας ἐπέρχου συνεχῶς καὶ διὰ παντός, καὶ ὄψει αὐτῶν τὴν ἰσχὺν καὶ τῆς ἰατρείας πεῖραν λήψῃ πολλὴν καὶ ὠφέλειαν καὶ ἡμῖν δηλώσεις ὅτι γέγονέ σοί τι πλέον ἐκεῖθεν. Ἔχω καὶ τρίτην ἑτοίμην ἐοικυῖαν αὐταῖς ἣν οὐκ ἠβουλήθην πέμψαι νῦν σφόδρα ἀλγήσας διόπερ ἔφης ὅτι «Καὶ συνάγω μοι λογισμοὺς ὀδυνηροὺς καὶ τὰ οὐκ ὄντα ἀναπλάττουσα», ἀνάξιον σεαυτῆς φθεγξαμένη ῥῆμα ἐφ' ᾧ καὶ αὐτὸς αἰσχύνομαι