1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

31

«Λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ ὅτι καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με.» Καὶ ὁ ∆αυῒδ δέ, εἴτε ἐξ οἰκείου προσώπου εἴτε ἑτέρων τινῶν ὀδυρομένων ψαλμὸν γράφων, τὸ αὐτὸ δὴ τοῦτο ἐνδείκνυται· «Ἐν γὰρ τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, φησίν, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ», ἐκεῖνο τὸ πῦρ καὶ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας πάθος δηλῶν. ∆ιὸ μηκέτι φέρων τὰς πληγὰς αὐτῆς καὶ τὰς ὀδύνας φησίν· «Ἐλάλησα ἐν γλώσσῃ μου...» Καὶ τί λαλεῖς, εἰπέ μοι; Θάνατον καὶ οὗτος αἰτεῖ λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ», ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι τὰ τοῦ Ἠλίου φθεγγόμενος. Ὅπερ γὰρ ἐκεῖνος εἶπεν ὅτι «Οὐ κρείττων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου» τοῦτο καὶ οὗτος ᾐνίξατο λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.» Τίνος ἕνεκεν ἀπελείφθην, φησίν, ἐγὼ καὶ ὑστερῶ καὶ ἐν τῷ παρόντι διατρίβω βίῳ, τῶν ἄλλων ἀπελθόντων; Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ, εἴτε αὐτός, εἴτε ἐκεῖνοι ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται ὅτι, καὶ μὴ παρόντος, τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν· «Γνώρισόν μοι, φησί, τὸ πέρας μου», ἵνα καὶ ἐντεῦθεν μεγίστην καρπώσηται τὴν ἡδονήν. Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρη τον τῆς ἀθυμίας ὀδύνην καὶ τὸ πῦρ τὸ ἐκκαιόμενον ἐν τῇ διανοίᾳ. «Ἐν γὰρ τῇ μελέτῃ μου, φησίν, ἐκκαυθήσεται πῦρ.» Τοσαύτην τοίνυν τίνουσα τιμωρίαν μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, ἀφάτους τὰς ἀντιδόσεις, φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακὸν πολλὰς ἔχει τὰς ἀμοιβὰς καὶ μεγάλα τὰ ἔπαθλα. Καὶ πρὸς τοῦτο ἤδη βαδιοῦμαι τὸν λόγον σφόδρα καὶ σοὶ καὶ πᾶσι χρηστὸν ὄντα καὶ ἱκανὸν εἰς ὑπομονὴν ἀλεῖψαι καὶ πρὸς καρτερίαν διεγεῖραι καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας. 10.6 Ὅτι μὲν οὖν ἁπάντων τῶν παθημάτων χαλεπώτερον ἀθυμία καὶ ὁ κολοφὼν καὶ τὸ κεφάλαιον τῶν δεινῶν, τοῦτο ἱκανῶς ἡμῖν ὁ λόγος ἀπέδειξε· λείπεται τοίνυν κατορθωμάτων καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθῃς σαφῶς ὅτι οὐ κατορθώμασι μόνον ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ παθήμασιν οὐκ ἔλαττον ἢ κατορθώμασιν, μᾶλλον δὲ ἔστιν ὅπου καὶ πλείονα παθήμασιν. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν τὸν ἐν ἑκατέροις διαλάμψαντα τούτοις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ, καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα καὶ τὰ παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε. Τίνα οὖν αὐτοῦ τὰ κατορθώματα; «Ἡ οἰκία μου, φησί, παντὶ ἐλθόντι ἠνέῳκτο καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμήν.» Καὶ τοῖς δεομένοις τὰ αὐτοῦ πάντα σχεδὸν ἐκέκτητο. «Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν. Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα καὶ συνέτριψα μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξήρπασα ἅρπαγμα. Ἀδύνατοι δὲ ἥν ποτε εἶχον χρείαν οὐκ ἀπέτυχον, οὐδὲ ἐξῆλθέ τις τὴν θύραν μου κόλπῳ κενῷ.» Εἶδες διάφορα φιλανθρωπίας εἴδη καὶ ποικίλους ἐλεημοσύνης λιμένας καὶ διὰ πάντων αὐτὸν βοηθοῦντα τοῖς ἀδικουμένοις; Εἶδες πενίαν ἀνέχοντα, χήραν διορθοῦντα, τοῖς ἀδικοῦσι παριστάμενον, φοβερὸν τοῖς ἐπηρεάσουσιν ὄντα; Οὐ γὰρ δὴ μέχρι τοῦ παραστῆναι καὶ συμμαχῆσαι μόνον τὴν σπουδὴν ἐπεδείκνυτο-τοῦτο δὴ τὸ τῶν πολλῶν-, ἀλλὰ καὶ μέχρι τοῦ πρὸς τέλος τὸ πρᾶγμα ἀγαγεῖν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος· «Συνέτριψα γὰρ μύλας τῶν ἀδίκων», φησί, τῇ φιλονεικίᾳ τῇ ἐκείνων τὴν ἑαυτοῦ πρόνοιαν ἐπιτειχίζων.