1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

32

Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὐτοῦ τὴν κηδεμονίαν, τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος. Ἐπειδὴ γὰρ τὰ μέλη αὐτοῖς ἀποδοῦναι οὐκ εἶχε, τοῖς πηροῖς τὰ ὄμματα, τοῖς χωλοῖς τοὺς πόδας, ἀντὶ τῶν μελῶν αὐτοῖς ἐγίνετο καὶ δι' αὐτοῦ καὶ οἱ τοὺς ὀφθαλμοὺς πεπηρωμένοι καὶ οἱ τὰ σκέλη ἐκκεκομμένοι, οἱ μὲν ἔβλεπον, οἱ δὲ ἐβάδιζον. Τί ταύτης ἴσον γένοιτ' ἂν αὐτοῦ τῆς φιλανθρωπίας; Οἶσθα αὐτοῦ καὶ τὰς ἄλλας ἀρετάς, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πρᾳότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν, πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι-τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι-προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὐτοῦ, οἳ τοῦ ἔρωτος ὃν ἤρων ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον· «Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι;» Εἰ δὲ οἰκέταις οὕτω ποθεινὸς ἦν, οὕτως ἐπέραστος οἷς ἀνάγκη πολλάκις καὶ φοβερὸν εἶναι, πολλῷ μᾶλλον τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις. 10.7 Ταῦτα δὴ οὖν καὶ τὰ τούτων πλείονα παρ' ἑαυτῇ συλλέξασα, δεῦρο βάδιζε μετ' ἐμοῦ ἐπὶ τὸν τῶν παθημάτων αὐτοῦ κατάλογον καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν; Πότε οὖν λαμπρότερος ἦν ὁ Ἰώβ; ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παριοῦσιν ἀνέῳξεν ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρόν, ἀλλ' εὐφήμησε τὸν Θεόν; Καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα. Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι ἢ ὅτε ἀκούσας ὅτι πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πρᾴως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν, ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων προστασίαν ἐκέχρητο συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων αὐτῶν ἐξαρπάζων ἁπράγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον; «Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων», φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ πάντα παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν ἐκείνων λαμπρότερον ἀπέφηνε. Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον τῆς παρατάξεως μέρος ἦν καὶ μείζονος δεόμενον τῆς ἀνδρείας καὶ εὐτονωτέρας ψυχῆς καὶ φιλοσοφωτέρας διανοίας καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην. ∆ιά τοι τοῦτο, ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα ἰταμῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος· «Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν;» Τούτων δὲ συμβάντων, ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα δοὺς καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας ἐπίτασις. ∆ηλῶν δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰὼβ ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου ἀνάπαυσιν αὐτὸν ἐκάλει· «Θάνατος γάρ, φησίν, ἀνδρὶ ἀνάπαυσις», καὶ ἐν χάριτος αὐτὸν αἰτεῖται μέρει ὥστε ἐκείνης ἀπαλλαγῆναι λέγων· «Εἰ δῴη καὶ ἔλθῃ μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ Θεός. Ἀρξάμενος ὁ Κύριος τρωσάτω με καὶ εἰς τέλος με ἀνελέτω. Εἴη δὲ ἡ πόλις μου τάφος ἐφ' ἧς ἐπὶ τειχῶν ἡλλόμην ἐπ' αὐτῆς.» Οὕτω πάντων βαρύτερον ἀθυμία· ὅσῳ δὲ βαρύτερον, τοσούτῳ καὶ μείζους ἔχει τὰς ἀντιδόσεις.