1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

33

10.8 Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅσον τῶν παθημάτων τὸ κέρδος, κἂν μὴ διὰ Θεόν τις πάθῃ-καὶ μηδεὶς ὑπερβολὴν τοῦτο νομιζέτω-, πάθῃ δὲ ὅμως καὶ γενναίως ἐνέγκῃ καὶ πρᾴως τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζων, αὐτὸς οὗτος οὐκ ᾔδει ὅτι διὰ τὸν Θεὸν ταῦτα ἔπασχεν· καὶ ὅμως διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι οὐδὲ τὴν αἰτίαν ἐπιστάμενος ἐκαρτέρει γενναίως. Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών -τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν-, ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων. Καίτοι γε αὐτοῦ κατόρθωμα οὐδὲν εὕρομεν εἰπεῖν· οὐχ ὅτι πένητας ἐλέησεν, οὐχ ὅτι ἀδικουμένοις παρέστη, οὐχ ὅτι ἀγαθόν τι τοιοῦτον εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν καὶ τὴν ἀρρωστίαν καὶ τῶν κυνῶν τὰς γλώσσας καὶ τὴν τοῦ πλουσίου κατ' αὐτοῦ γενομένην ὑπεροψίαν ἅπερ τοῦ πάσχειν κακῶς ἅπαντα ἦν. Ἀλλ' ὅμως καίτοι μηδὲν γενναῖον ποιήσας, ἐπειδὴ μόνον τὴν ἐκ τούτου ἀθυμίαν ἤνεγκε γενναίως, τῷ τοσαῦτα κατωρθωκότι πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως. Εἴπω τι μετὰ τοῦτο καὶ ἕτερον παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ· κἂν ἀγαθόν τις ἐργάσηται μέγα καὶ γενναῖον, μὴ μετὰ πόνου δὲ καὶ κινδύνου καὶ παθημάτων, οὐ πολύν τινα λήψεται μισθόν· «Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον», οὐ κατὰ τὸ μέγεθος τοῦ κατορθώματος, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ παθήματος. ∆ιά τοι τοῦτο καὶ Παῦλος καυχώμενος οὐκ ἐπὶ τῷ κατορθῶσαι μόνον καὶ γενναῖόν τι ποιῆσαι καυχᾶται, ἀλλὰ καὶ ἐπὶ τῷ παθεῖν κακῶς. Εἰπὼν γάρ· «∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ» καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν ὑφαίνων, οὐκ εἶπε. «Τόσοις καὶ τόσοις ἐκήρυξα», ἀλλ' ἀφεὶς ἅπερ κατώρθωσεν, ἅπερ ἔπαθε κακῶς, ταῦτα ἐξαριθμεῖται οὕτω λέγων· «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις. Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ, ἐν μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν.» 10.9 Εἶδες παθημάτων ὁρμαθὸν καὶ καυχήσεως ἀφορμάς; Εἶτα ἐπάγει τούτοις καὶ τὰ κατορθώματα καὶ ἐν τούτοις πάλιν τὸ πλέον τοῦ παθήματος ἔστιν ἰδεῖν, οὐχὶ τοῦ κατορθώματος. Εἰπὼν γάρ· «Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν», τὰς ἀπαγωγὰς λέγων τὰς συνεχεῖς, τοὺς θορύβους, τὰς περιστάσεις -τοῦτο γάρ ἐστιν ἡ ἐπισύστασίς μου-, ἐπήγαγεν «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.» Οὐκ εἶπεν· ἡ διόρθωσις, ἀλλ' «ἡ μέριμνα», ὅπερ παθήματος πλέον ἦν ἢ κατορθώματος. Καὶ τὰ ἑξῆς ὁμοίως· «Τίς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ;» Οὐκ εἶπε· διορθοῦμαι, ἀλλ' «ἀσθενῶ». Καὶ πάλιν· «Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;» Οὐκ εἶπεν· ἀπήλλαξα τοῦ σκανδάλου, ἀλλ' «ἐκοινώνησα τῆς ἀθυμίας». Εἶτα δεικνὺς ὅτι ταῦτα μάλιστα τὰς ἀμοιβὰς ἔχει, ἐπήγαγεν· «Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.» Καὶ ἕτερον πάλιν τοιοῦτον ἐπάγει, τὴν φυγὴν τὴν διὰ τῆς θυρίδος, τὴν διὰ τῆς σαργάνης, τὴν διὰ τοῦ τείχους· τοῦτο δὲ τοῦ παθεῖν κακῶς ἦν. Εἰ τοίνυν τὰ παθήματα μεγάλας ἔχει τὰς ἀμοιβάς, τῶν δὲ παθημάτων πάντων χαλεπώτερον καὶ ὀδυνηρότερον ἡ ἀθυμία, ἐννόησον ὅσαι κείσονται αἱ ἀντιδόσεις. Οὐ γὰρ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ᾠδήν, ἵνα ὅπερ ὑπεσχόμην ἐν προοιμίοις τοῦτο πληρώσω νῦν, ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων