1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

36

ποιῆσαι τέως, κατήνεγκαν αὐτῷ ψόγον πονηρόν, αἰσχρᾷ περιέβαλον αἰτίᾳ, τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοὶ καὶ πολλῷ χείρους φανέντες αὐτῆς. Ἡ μὲν γὰρ εἰς ἀλλότριον, οἱ δὲ εἰς ἀδελφὸν ἐγίνοντο πονηροί. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς κακίας, ἀλλ' ἐπηγωνίζοντο τοῖς προτέροις ἀεί, καὶ λαβόντες μόνον ἐν ἐρημίᾳ καὶ ἔσφαξαν καὶ ἀπέδοντο καὶ δοῦλον ἀντ' ἐλευθέρου ἐποίησαν καὶ δουλείαν τὴν ἐσχάτην. Οὐδὲ γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις καὶ αὐτοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν· ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει, κινδύνων κινδύνους διαδεχομένων. Μετὰ γὰρ τὸν φθόνον καὶ τὴν αἰσχρὰν διαβολὴν σφαγῇ παρέδωκαν καὶ δουλείᾳ σφαγῆς χαλεπωτέρᾳ. Μὴ γάρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενὲς ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι γῆν. Ἀλλ' οὐδὲ ἐνταῦθα ἵστατο τὰ δεινά, ἀλλ' ἐπιβουλαὶ πάλιν ἐπιβουλὰς διεδέχοντο μετὰ τὰ ὀνείρατα ἐκεῖνα τὰ θαυμαστὰ καὶ τὴν τῶν ἀδελφῶν αὐτοῦ προσκύνησιν προαναφωνοῦντα. Λαβόντες γὰρ αὐτὸν οὗτοι οἱ ἔμποροι οὐ κατέσχον, ἀλλ' ἑτέροις αὐτὸν πάλιν χείροσιν ἀπέδοντο βαρβάροις. Οἶσθα δὲ ἡλίκον τοῦτο εἰς συμφορᾶς λόγον, τὸ δεσπότας τοιούτους ἐκ τοιούτων ἀμείβειν. Τοῦτο γὰρ δυσκολωτέραν ποιεῖ τὴν δουλείαν, ὅταν καὶ ξένοι πάλιν οἱ κτώμενοι καὶ τῶν προτέρων ὦσι χαλεπώτεροι. Καὶ γίνεται ἐν Αἰγύπτῳ τῇ θεομάχῳ τότε καὶ μαινομένῃ, ὅθεν τὰ ἀναίσχυντα στόματα, ὅθεν αἱ βλάσφημοι γλῶσσαι. Καὶ γίνεται παρ' Αἰγυπτίοις ὧν καὶ εἷς ἤρκεσε μόνος τὸν μέγαν Μωϋσέα δραπέτην καὶ φυγάδα ποιῆσαι. Καὶ ἐπειδὴ μικρὸν ἀνέπνευσεν ἐκεῖ, τοῦ φιλανθρώπου Θεοῦ καὶ τὰ παράδοξα οἰκονομοῦντος, τὸν ἄγριον θῆρα τὸν ὠνησάμενον αὐτὸν ποιήσαντος πρόβατον, εὐθέως αὐτῷ σκάμματα παρεσκευάζετο πάλιν καὶ στάδιον καὶ παλαίσματα καὶ ἀγῶνες καὶ ἱδρῶτες σφοδρότεροι τῶν προτέρων. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς ἡ κεκτημένη καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοῦ χειρωθεῖσα καὶ κατὰ κράτος ἁλοῦσα τῷ πάθει, λέαινα ἀντὶ γυναικὸς ὑπὸ τῆς ἀκολάστου ταύτης ἐπιθυμίας ἐγένετο. Καὶ πάλιν σύνοικος ὁ πολέμιος ἦν ἐναντίαν τοῖς προτέροις τὴν ὑπόθεσιν ἔχων· ἐκεῖνοι μὲν γὰρ μισοῦντες αὐτὸν τῆς οἰκίας ἐξέβαλον· αὕτη δὲ ἐρῶσα καὶ περικαιομένη τοῦ νεανίσκου· καὶ ἦν διπλοῦς, μᾶλλον δὲ τριπλοῦς καὶ πολλαπλοῦς ὁ πόλεμος. Μὴ γάρ, ἐπειδὴ τὰ δίκτυα ὑπερήλατο καὶ τὸν βρόχον διέτεμεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, νομίσῃς ἀπραγμόνως αὐτὸν ἠνυκέναι τὸν ἆθλον τοῦτον· καὶ γὰρ πολὺν τὸν ἱδρῶτα ὑπέμεινε. 10.12 Καὶ εἰ βούλει τοῦτο σαφῶς μαθεῖν, ἐννόησον οἷόν ἐστι νεότης καὶ νεότητος ἀκμή. Ἐν γὰρ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τότε ἐτύγχανεν ὢν ὅτε σφοδροτέρα τῆς φύσεως ἡ φλὸξ ἐγείρεται, ὅτε πολλὴ τῆς ἐπιθυμίας ἡ ζάλη, ὅτε ἀσθενέστερος ὁ λογισμός. Τῶν γὰρ νεωτέρων αἱ ψυχαὶ οὐ σφόδρα πολλῇ φράττονται τῇ συνέσει, οὐδὲ πολλὴν τῆς ἀρετῆς ποιοῦνται σπουδήν· ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος. Μετὰ δὲ τῆς φύσεως καὶ τῆς ἡλικίας, πολλὴ καὶ τῆς γυναικὸς ἦν ἡ ἀκολασία. Καὶ καθάπερ τὴν Βαβυλωνίαν κάμινον αἱ Περσικαὶ χεῖρες ἐκεῖναι μετὰ πολλῆς ἀνῆπτον τῆς σπουδῆς, δαψιλῆ τῷ πυρὶ παρέχουσαι τὴν τροφὴν καὶ ποικίλα ὑπεκκαύματα ἐμβάλλουσαι τῇ φλογί, οὕτω δὴ καὶ τότε ἡ ἀθλία