1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

41

φύσις· τοὺς πρᾴως αὐτὴν καὶ γενναίως φέροντας ἀνωτέρους ποιεῖ τῶν δεινῶν, ὑψηλοτέρους τῶν τοῦ διαβόλου βελῶν παιδεύει καταφρονεῖν τῶν ἐπιβουλῶν. Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν· οἳ μὲν γὰρ πρῶτον ἐπιβάντες νηός, κἂν σφόδρα γενναῖοί τινες τυγχάνωσιν ὄντες, ὑπὸ τῆς ἀπειρίας ταράττονται, θορυβοῦνται, σκοτοδίνοις ἰλίγγοις κατέχονται· οἱ δὲ πολλὰ διαβάντες πελάγη καὶ πολλοὺς ὑπομείναντες χειμῶνας καὶ ὑφάλους καὶ σκοπέλους καὶ σπιλάδας καὶ θηρίων ἐφόδους καὶ πειρατῶν ἐπιβουλὰς καὶ καταποντιστῶν καὶ συνεχῶν ἀνασχόμενοι χειμώνων, τῶν ἐπὶ γῆς λοιπὸν βαδιζόντων θαρραλεώτεροι ἐπὶ τῆς νηὸς κάθηνται, οὐκ ἔνδον παρὰ τὴν τρόπιν, ἀλλὰ καὶ αὐτοῖς ἐνιζάνοντες τοῖς τοίχοις τῆς νηὸς καὶ ἐπὶ πρώρας καὶ ἐπὶ πρύμνης ἀδεῶς ἱστάμενοι· καὶ οἱ πρὸ τούτου ἐπ' ὄψιν μετὰ τρόμου καὶ φόβου κείμενοι, μετὰ τὴν πολλὴν τοῦ χειμῶνος πεῖραν καὶ σχοῖνον ἕλκουσι καὶ ἱστία ἀνάγουσι καὶ κωπῶν ἅπτονται καὶ πανταχοῦ τῆς νηὸς μετὰ εὐκολίας περιτρέχουσι. Μηδὲν τοίνυν ὑμᾶς θορυβείτω τῶν συμπιπτόντων. Εἰς τοῦτο γὰρ ἡμᾶς κατέστησαν οἱ ἐχθροὶ ἄκοντες εἰς τὸ μὴ δύνασθαι κακῶς παθεῖν πάντα μὲν αὐτῶν κενώσαντες τὰ βέλη, οὐδὲν δὲ πλέον ἐντεῦθεν ἀνύσαντες ἢ τὸ καταισχύνεσθαι καὶ γελᾶσθαι καὶ ὥσπερ κοινοὺς τῆς οἰκουμένης ἐχθρούς, οὕτω πανταχοῦ φαίνεσθαι. Ταῦτα τῶν ἐπιβούλων τὰ ἐπίχειρα, τοῦτο τῶν πολέμων τὸ τέλος. Βαβαί, πηλίκον ἐστὶν ἡ ἀρετὴ καὶ τῶν παρόντων ὑπεροψία πραγμάτων· δι' ἐπιβουλῶν κερδαίνει, διὰ τῶν ἐπιβουλευόντων στεφανοῦται, διὰ τῶν κακῶς ποιούντων διαλάμπει μειζόνως, διὰ τῶν ἐπισύρειν ἐπιχειρούντων ἰσχυροτέρους ποιεῖ τοὺς μετιόντας αὐτήν, ὑψηλοτέρους, ἀχειρώτους, ἀναλώτους, οὐχ ὅπλων, οὐ δοράτων δεομένους, οὐ τειχῶν, οὐ τάφρων, οὐ πύργων, οὐ χρημάτων, οὐ στρατοπέδων, ἀλλὰ γνώμης στερρᾶς μόνον καὶ ἀπεριτρέπτου ψυχῆς, καὶ πᾶσαν ἀνθρωπίνην ἐπιβουλὴν ἐλέγχει. 11.2 Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα ἀνίστη τὰ φρονήματα πασῶν συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι' ὧν τε αὐτὴ πάσχεις, δι' ὧν τε ἑτέρας εἰς ταῦτα ἐνάγεις, καὶ πείθουσα πάντα πρᾴως φέρειν καὶ ὑπερορᾶν τῶν σκιῶν καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης καὶ καταπατεῖν τὸν πηλὸν καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον. Ταῦτα γὰρ ἅπαντα τῆς ἀνθρωπίνης εὐημερίας ἡ ματαιότης καὶ τούτων δὲ εὐτελέστερα. Καὶ οὐκ ἄν τις ῥᾳδίως εἰκόνα εὕροι ἀκριβῶς αὐτῆς τὴν ματαιότητα παριστῶσαν. Μετὰ γὰρ τῆς οὐδενείας ταύτης οὐ μικρὰν φέρει καὶ βλάβην τοῖς πρὸς αὐτὴν κεχηνόσιν, οὐκ ἐν τῷ μέλλοντι μόνον αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ παρόντι βίῳ καὶ κατὰ ταύτας τὰς ἡμέρας ἐν αἷς δοκοῦσιν αὐταῖς ἐντρυφᾶν. Καθάπερ γὰρ ἡ ἀρετή, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν πολεμεῖται, σκιρτᾷ καὶ θάλλει καὶ φαιδροτέρα δείκνυται, οὕτω καὶ ἡ κακία, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν θεραπεύεται καὶ κολακεύεται, δείκνυσιν αὐτῆς τὴν ἀσθένειαν καὶ τὸν πολὺν γέλωτα καὶ τὴν ἄφατον κωμῳδίαν. Τί γάρ, εἰπέ μοι, τοῦ Κάϊν ἐλεεινότερον γέγονε, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν ἐδόκει κρατεῖν τοῦ ἀδελφοῦ καὶ περιγεγενῆσθαι καὶ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐμπεφορῆσθαι ἐκείνης τῆς ἀδίκου καὶ μυσαρᾶς; Τί δὲ τῆς δεξιᾶς ἐκείνης ἀκαθαρτότερον τῆς δοκούσης νενικηκέναι, τῆς δεξιᾶς ἣ τὴν πληγὴν ἐπήγαγεν καὶ τὸν φόνον εἰργάσατο,