1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

43

πρὸ πάντων ὅτι οὕτω γενναίως φέρεις τὰ συμπίπτοντα μῦθον ἅπαντα ταῦτα καλοῦσα· καὶ τὸ δὴ μεῖζον ὅτι καὶ τῇ τοῦ σώματος ἀρρωστίᾳ ταύτην περιέθηκας τὴν προσηγορίαν, ὃ ψυχῆς ἐστι νεανικῆς καὶ πολλῷ τῷ τῆς ἀνδρείας βρυούσης καρπῷ. Τὸ γὰρ μὴ μόνον φέρειν γενναίως τὰ δυσχερῆ, ἀλλὰ μηδὲ παρόντων αὐτῶν αἰσθάνεσθαι, ἀλλ' ὑπερορᾶν καὶ μετὰ πολλῆς τῆς ἀπραγμοσύνης τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον, οὐ κάμνουσαν, οὐδὲ ἱδροῦσαν, οὐδὲ πράγματα ἔχουσαν, οὐδὲ ἑτέροις παρέχουσαν, ἀλλ' ὥσπερ σκιρτῶσαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις. ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν λοιπῶν περιστάσεων, εὐφραινόμενος καὶ γαννύμενος καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνὴν καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας. Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη· καὶ μάλα εἰκότως· τοιαῦτα γὰρ τῆς ἀρετῆς τὰ πηδάλια. Καὶ ἔμποροι μὲν καὶ κυβερνῆται καὶ ναῦται καὶ πλωτῆρες, ἐπειδὰν ἴδωσι νεφῶν συνδρομὴν ἢ ἀγρίων ἀνέμων ἐμβολὴν ἢ τὸ ῥόθιον τοῦ κύματος σφοδροτάτῳ ζέον ἀφρῷ, εἴσω λιμένος τὰ πλοῖα κατέχουσιν· εἰ δέ που καὶ τύχοιεν ἐν πελάγει σαλεύοντες, πάντα ποιοῦσι καὶ μηχανῶνται ὥστε πρὸς ὅρμον ἢ νῆσον ἢ ἀκτὴν ὁρμίσαι τὸ σκάφος. Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συρρηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα· καὶ μάλα εἰκότως. Οἱ μὲν γὰρ κυβερνῆ σαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις. ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν λοιπῶν περιστάσεων, εὐφραινόμενος καὶ γαννύμενος καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνὴν καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας. Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ