1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

46

διὰ τῶν παθημάτων τούτων συγκροτηθὲν διαδοχὴν οὐκ οἶδεν οὐδὲ ἀναμένει τέλος, ἀλλ' ἔστιν ἀπέραντον, οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον τῇ τελευτῇ. Εἰ δὲ βούλει καὶ θρηνεῖν, τοὺς τὰ τοιαῦτα ἐργαζομένους θρήνει, τοὺς τῶν κακῶν τούτων αὐθέντας, τοὺς ὑπηρέτας οἳ καὶ εἰς τὸ μέλλον μεγίστην ἐθησαύρισαν ἑαυτοῖς τιμωρίαν καὶ ἐνταῦθα δίκην ἔδοσαν ἤδη τὴν ἐσχάτην, τοσούτων ἀποστρεφομένων αὐτοὺς καὶ πολεμίους ἡγουμένων, ἐπαρωμένων, καταδικαζόντων. Εἰ δὲ οὐκ αἰσθάνονται τούτων, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ καὶ δακρύων ἄξιοι, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ, λακτίζοντες μὲν καὶ παίοντες τοὺς ἀπαντῶντας εἰκῆ καὶ μάτην, πολλάκις δὲ καὶ τοὺς εὐηργετηκότας καὶ φίλους, οὐκ αἰσθανόμενοι δὲ τῆς μανίας ἣν μαίνονται. ∆ιὸ καὶ ἀνίατα νοσοῦσιν, οὔτε ἰατροὺς προσιέμενοι, οὔτε φαρμάκων ἀνεχόμενοι, ἀλλὰ καὶ τοὺς θεραπεύειν καὶ εὐεργετεῖν βουλομένους τοῖς ἐναντίοις ἀμειβόμενοι. Ὥστε καὶ διὰ τοῦτο ἐλεεινοί, εἴ γε μὴ αἰσθάνονται τῆς τοσαύτης πονηρίας. Εἰ δὲ καὶ πρὸς τὴν ἑτέρων κατάγνωσιν οὐκ ἐπιστρέφονται, τοῦ οἰκείου συνειδότος τὸν ἔλεγχον ἀμήχανον αὐτοὺς διαφυγεῖν, τὸν ἄφυκτον, τὸν ἀδέκαστον, τὸν οὐδενὶ εἴκοντα φόβῳ, τὸν οὐ κολακείᾳ, οὐ χρημάτων δόσει διαφθειρόμενον, οὐ χρόνῳ μακρῷ μαραινόμενον. 13.2 Ὁ γὰρ τοῦ Ἰακὼβ υἱὸς ὁ πρὸς τὸν πατέρα εἰπὼν ὅτι θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ, καὶ τὸ πονηρὸν ἐκεῖνο ὑποκρινάμενος δρᾶμα, καὶ τῷ προσωπείῳ τούτῳ τὴν ἀδελφοκτονίαν συσκιάσαι ἐπιχειρήσας, τὸν μὲν πατέρα ἠπάτησε τότε, τὸ δὲ συνειδὸς οὐκ ἠπάτησεν οὐδὲ ἔπεισεν ἡσυχάζειν· ἀλλ' ἔμενεν αὐτοῦ κατεξανιστάμενον καταβοῶν διηνεκῶς καὶ οὐδέποτε ἐπιστομιζόμενον. Χρόνου γὰρ παρελθόντος μακροῦ, ὁ τὸν γεγεννηκότα ἀρνησάμενος τὸ τόλμημα ὅπερ ἐτόλμησεν, ὁ μηδενὶ τῶν ἄλλων ἀνθρώπων ἐξειπών, οὐδενὸς κατηγοροῦντος, οὐδενὸς ἐλέγχοντος, οὐδενὸς ἐφεστῶτος, οὐδενὸς ἀναμιμνήσκοντος τῆς δραματουργίας ἐκείνης, κινδυνεύων περὶ ἐλευθερίας καὶ αὐτοῦ τοῦ ζῇν, δεικνὺς ὅτι οὐκ ἐπεστομίσθη τοῦ συνειδότος ὁ κατήγορος ἐν οὕτω μακρῷ χρόνῳ οὐδὲ κατεχώσθη, ταῦτά φησι τὰ ῥήματα· «Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν· ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ· καὶ νῦν ἐκζητεῖται τὸ αἷμα αὐτοῦ ἐξ ἡμῶν.» Καίτοι ἕτερον ἦν ὅπερ ἐπήγετο αὐτῷ ἔγκλημα καὶ διὰ κλοπὴν ἐκρίνετο καὶ ὡς ὑφελόμενος κύλικα χρυσῆν οὕτως εἰς δικαστήριον ἤγετο· ἀλλ' ἐπειδὴ τούτων ἑαυτῷ οὐδὲν συνῄδει, ὑπὲρ μὲν τούτων οὐκ ἤλγει, οὐδὲ ἔφη ταῦτα πάσχειν ὑπὲρ ὧν ἐκρίνετο καὶ δέσμιος ἤγετο, ὑπὲρ δὲ ὧν οὐδεὶς ἐνεκάλει, οὐδὲ εὐθύνας ἀπῄτει, οὐδὲ εἰς δικαστήριον εἷλκε, μᾶλλον δὲ οὐδὲ ᾔδει τετολμημένων αὐτῷ, ὑπὲρ δὴ τούτων αὐτὸς ἑαυτοῦ καὶ ἔλεγχος καὶ κατήγορος γίνεται. Ἐπελαμβάνετο γὰρ αὐτοῦ τὸ συνειδὸς καὶ ὁ μετὰ ἀδείας τοσαύτης τὸ αἷμα ἐκχέας τοῦ ἀδελφοῦ καὶ μηδὲν παθών, νῦν καὶ συμπαθητικὸς ἐγίνετο, καὶ τοῦ χοροῦ τῶν κοινωνησάντων αὐτῷ τῆς μιαιφονίας κατηγόρει καὶ τὴν ὠμότητα πᾶσαν ἐτραγῴδει λέγων· «Ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ.» Ἤρκει μὲν γὰρ ἡ φύσις, φησί, μαλάξαι καὶ ἐπικάμψαι πρὸς ἔλεον, ὁ δὲ καὶ δάκρυα προσετίθει καὶ ἱκετηρίαν ἐτίθει, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐπέκαμψεν· ἀλλ' «ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ». ∆ιὰ τοῦτο ἡμῖν τὸ δικαστήριον τοῦτο συγκεκρότηται, φησί, διὰ τοῦτο περὶ αἵματος κινδυνεύομεν, ἐπειδὴ καὶ ἡμεῖς εἰς αἷμα ἡμαρτήκαμεν. Οὕτω καὶ ὁ Ἰούδας οὐκ ἐνεγκὼν τοῦ συνειδότος τὸν ἔλεγχον, ἐπὶ βρόχον ὥρμησε καὶ δι' ἀγχόνης τὸν βίον κατέλυσεν. Καὶ ὅτε μὲν τὸ ἀναίσχυντον ἐκεῖνο συμβόλαιον ἐτόλμα, λέγων· «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω», οὐ τοὺς ἀκούοντας ᾐσχύνετο ὅτι μαθητὴς ὢν τοιαῦτα