1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

47

περὶ διδασκάλου ἐτύρευεν, οὐκ ἐν ταῖς ἡμέραις ταῖς μεταξὺ κατενύγη, ἀλλὰ μεθύων ἔτι τῇ ἡδονῇ τῆς φιλαργυρίας, οὐ σφόδρα ᾐσθάνετο τῆς κατηγορίας τοῦ συνειδότος. Ἐπειδὴ δὲ ἔπραξε τὴν ἁμαρτίαν καὶ τὸ ἀργύριον ἔλαβε καὶ ἡ ἡδονὴ μὲν ἐπαύσατο τοῦ λήμματος, ἡ δὲ κατηγορία τοῦ πλημμελήματος ἤνθει λοιπόν, τότε μηδενὸς ἀναγκάζοντος, μηδενὸς βιαζομένου, μηδενὸς παραινοῦντος, αὐτόματος ἀπελθών, τό τε ἀργύριον προσέρριψε τοῖς δεδωκόσι καὶ τὴν παρανομίαν ὡμολόγησεν αὐτοῦ, ἀκουόντων ἐκείνων λέγων· «Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.» Οὐ γὰρ ἤνεγκε τοῦ συνειδότος τὸν ἔλεγχον. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν ἀπαρτισθῆναι, μεθύειν ποιεῖ τὸν ἁλόντα· ἐπειδὰν δὲ πληρωθῇ καὶ ἀπαρτισθῇ, τότε τὰ μὲν τῆς ἡδονῆς ταύτης ὑπεξίσταται καὶ σβέννυται, γυμνὸς δὲ ἕστηκε λοιπὸν ὁ κατήγορος, τοῦ συνειδότος δημίου τάξιν ἐπέχων, καὶ καταξαίνων τὸν πεπλημμεληκότα, καὶ τὴν ἐσχάτην ἀπαιτῶν δίκην, καὶ μολίβδου παντὸς βαρύτερον ἐπικείμενος. 13.3 Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, οἶσθα ἡλίκα τοῖς τοσαῦτα ἐργασαμένοις κακά. Τούτους οὖν χρὴ δακρύειν, τούτους θρηνεῖν, ἐπεὶ καὶ Παῦλος οὕτως ἐποίει, τοῖς μὲν ἀθλοῦσι καὶ ἀγωνιζομένοις καὶ κακῶς πάσχουσι συνηδόμενος, τοὺς δὲ ἁμαρτάνοντας πενθῶν· διὸ καὶ ἔλεγε· «Μήπως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν.» Τοῖς δὲ ἀγωνιζομένοις· «Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν.» Μηδὲν τοίνυν σε θορυβείτω μήτε τῶν γενομένων, μήτε τῶν ἀπειλουμένων. Οὐδὲ γὰρ τὴν πέτραν διασαλεύει τὰ κύματα, ἀλλ' ὅσῳ μετὰ πλείονος προσρήγνυνται τῆς ῥύμης, τοσούτῳ μειζόνως ἑαυτὰ ἀφανίζει· ὃ δὴ καὶ ἐπὶ τούτων καὶ γέγονε καὶ ἔσται, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὴν μὲν γὰρ πέτραν οὐ διασαλεύει τὰ κύματα· σὲ δὲ οὐ μόνον οὐ διεσάλευσεν, ἀλλὰ καὶ ἰσχυροτέραν πεποίηκεν. Τοιοῦτον γὰρ ἡ κακία, τοιοῦτον ἡ ἀρετή. Ἡ μὲν πολεμοῦσα, καταλύεται· ἡ δὲ πολεμουμένη, διαλάμπει μειζόνως. Καὶ ἡ μὲν οὐ μετὰ τοὺς ἀγῶνας μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσιν ἔχει τὰ βραβεῖα καὶ ὁ ἆθλος ἔπαθλον αὐτῇ γίνεται· ἡ δὲ ὅταν νικήσῃ, τότε μάλιστα καταισχύνεται, τότε κολάζεται, τότε πολλῆς πληροῦται τῆς ἀτιμίας καὶ πρὸ τῆς ἀποκειμένης αὐτῇ κολάσεως, ἐν αὐτῷ τῷ πράττειν τιμωρουμένη, οὐχὶ μετὰ τὸ πρᾶξαι μόνον. Εἰ δὲ ἀσαφέστερος ὁ λόγος, ἄκουσον τοῦ μακαρίου Παύλου ταῦτα ἀμφότερα διακρίνοντος. Γράφων γάρ ποτε Ῥωμαίοις καὶ τὸν ἀκάθαρτόν τινων ἐκπομπεύων βίον καὶ δεικνὺς ὅτι καὶ πρὸ τῆς τιμωρίας ἐν αὐτῇ τῇ πράξει τὴν τιμωρίαν ἡ ἁμαρτία συγκεκληρωμένην ἔχει, μίξεων παρανόμων μνησθεὶς γυναικῶν τε καὶ ἀνδρῶν τῶν τοὺς ὅρους τῆς φύσεως ὑπερβαινόντων καὶ ἐπιθυμίαν τινὰ ἀλλόκοτον ἐπινοησάντων, οὕτω πώς φησιν· «Αἱ γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.» Τί λέγεις, ὦ Παῦλε; Καὶ μὴν ἥδονται οἱ ταῦτα τολμῶντες καὶ μετ' ἐπιθυμίας τὴν παράνομον ταύτην ἐργάζονται μίξιν. Πῶς οὖν αὐτοὺς ἔφης κολάζεσθαι ἐν αὐτῷ δὴ τούτῳ; Ὅτι τὴν ψῆφον, φησίν, οὐκ ἀπὸ τῆς ἡδονῆς τῶν νοσούντων, ἀλλ' ἀπὸ τῆς τῶν πραγμάτων ἐκφέρω φύσεως. Ἐπεὶ καὶ ὁ μοιχὸς καὶ πρὸ τῆς τιμωρίας, ἐν αὐτῷ τῷ μοιχεύειν κολάζεται, κἂν ἥδεσθαι δοκῇ τὴν ψυχὴν χείρονα ποιῶν καὶ φαυλοτέραν. Καὶ ὁ ἀνδροφόνος, πρὶν ἢ δικαστήριον ἰδεῖν καὶ ξίφη ἠκονημένα καὶ δοῦναι εὐθύνας τῶν τετολμημένων, ἐν αὐτῷ τῷ φονεύειν ἀπόλωλεν, πάλιν καὶ αὐτὸς φαυλοτέραν ἑαυτῷ κατασκευάζων τὴν ψυχήν. Καὶ ὅπερ ἐστὶν ἐπὶ σώματος ἀρρωστία, πυρετὸς ἢ ὕδερος ἢ