1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

48

ἄλλο τι τῶν τοιούτων, καὶ ἐπὶ σιδήρου ἰός, καὶ ἐπὶ ἐρίου σής, καὶ ἐπὶ ξύλου σκώληξ, τοῦτο ἐπὶ ψυχῆς κακία. Καὶ γὰρ ἀνδραποδώδη αὐτὴν ποιεῖ καὶ ἀνελευθέραν· τί λέγω ἀνδραποδώδη καὶ ἀνελευθέραν; Ἀλόγων αὐτὴν ἐργάζεται ψυχήν, τὴν μὲν λύκου, τὴν δὲ κυνός, τὴν δὲ ὄφεως, τὴν δὲ ἐχίδνης, τὴν δὲ ἑτέρου θηρίου ποιοῦσα. Καὶ τοῦτο δηλοῦντες οἱ προφῆται καὶ τὴν ἐκ τῆς κακίας μεταβολὴν πᾶσι γνώριμον ποιοῦντες, ὁ μὲν ἔλεγε· «Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν», τοὺς ὑπούλους τῶν ἀνθρώπων καὶ λαθραίως ἐπιβουλεύοντας τοῖς λυττῶσι τῶν κυνῶν παραβάλλων. Οὐδὲ γὰρ μετὰ ὑλακῆς, ὅταν λυττῶσιν, ἐπέρχονται ἐκεῖνοι, ἀλλὰ σιγῇ προσιόντες χείρονα τῶν ὑλακτούντων ἐργάζονται τοὺς ἁλόντας. Ὁ δὲ «κορώνην» ἐκάλει πάλιν τινὰς ἀνθρώπους. Ὁ δὲ ἔλεγεν· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Ὁ δὲ περισσότερος προφητῶν, ὁ τῆς στείρας υἱός, καὶ «ὄφεις καὶ γεννήματα ἐχιδνῶν» παρὰ τὸν Ἰορδάνην ἑστὼς τινὰς ὠνόμασεν. Τί ταύτης τοίνυν ἴσον γένοιτ' ἂν τῆς τιμωρίας, ὅταν ὁ κατ' εἰκόνα Θεοῦ γενόμενος καὶ τοσαύτης ἀπολαύσας τιμῆς, τὸ λογικὸν καὶ ἡμερώτατον ζῶον, εἰς τοσαύτην καταπίπτει θηριωδίαν; 13.4 Εἶδες πῶς καὶ πρὸ τῆς κολάσεως ἐν ἑαυτῇ τὴν τιμωρίαν ἡ κακία ἔχει; Μάθε πῶς καὶ ἐν τῇ ἀρετῇ καὶ πρὸ τῶν ἐπάθλων αὐτὴ ἑαυτῆς ἔπαθλον ἡ ἀρετὴ γίνεται. Ὥσπερ οὖν ἐν τῷ σώματι-οὐδὲν γὰρ κωλύει πάλιν τῷ αὐτῷ χρήσασθαι παραδείγματι πολλὴν ἐργαζομένῳ τὴν σαφήνειαν-, ὥσπερ οὖν ἐν τῷ σώματι, ὁ ὑγιαίνων καὶ εὐσωματῶν καὶ πάσης ἀπηλλαγμένος ἀρρωστίας καὶ πρὸ τῆς τρυφῆς αὐτὸ τοῦτο τρυφᾷ συγκεκληρωμένην ἔχων τῇ ὑγιείᾳ τὴν ἡδονήν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι, οὔτε αὐχμός, οὔτε κρυμός, οὐδὲ εὐτέλεια τραπέζης, οὐκ ἄλλο τι τῶν τοιούτων λυπῆσαι δύναιτ' ἄν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος μαστιγούμενος, ἐλαυνόμενος, τὰ μυρία πάσχων δεινά, ἔχαιρεν οὕτω λέγων· «Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν.» Οὐ μόνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸ ἔπαθλον κεῖται τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἔπαθλον τὸ ὑπὲρ ἀληθείας τι παθεῖν. ∆ιὰ τοῦτο καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπανῄεσαν ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων χαίροντες, οὐ διὰ τὴν βασιλείαν μόνον τῶν οὐρανῶν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ ἀτιμασθῆναι. Καὶ αὐτὸ γὰρ τοῦτο καὶ καθ' ἑαυτὸ μεγίστη τιμὴ καὶ στέφανος, καὶ βραβεῖα, καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου. Χαῖρε τοίνυν καὶ σκίρτησον. Οὐ γὰρ μικρὸς ἆθλος, ἀλλὰ καὶ σφόδρα μέγας οὗτος ὁ τῆς συκοφαντίας ἐστί, καὶ μάλιστα ὅταν ἐπὶ τοιούτῳ μεγάλῳ ἐγκλήματι γίνηται ἐφ' ᾧ νῦν ὑμᾶς ἐσυκοφάντησαν ἐν δημοσίῳ δικαστηρίῳ τὸν ἐμπρησμὸν ἐγκαλοῦντες. ∆ιὸ καὶ Σαλομὼν τὸ τραχὺ τοῦ ἀγῶνος παραστῆσαι βουλόμενος· «Εἶδον, φησί, τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ παρακαλῶν.» Εἰ δὲ μέγας ὁ ἀγών, ὥσπερ οὖν μέγας, εὔδηλον ὅτι καὶ ὁ κείμενος ἐπὶ τούτῳ στέφανος μείζων. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾶν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα μετὰ τῆς προσηκούσης ὑπομονῆς. «Χαίρετε γάρ, φησί, καὶ σκιρτήσατε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Ὁρᾷς πόσης ἡδονῆς, πόσου μισθοῦ, πόσης εὐφροσύνης ἡμῖν αἴτιοι οἱ πολέμιοι γεγόνασι; Πῶς οὖν οὐκ ἄτοπον ἃ μὴ ἠδυνήθησάν σε ἑργάσασθαι ἐκεῖνοι κακὰ ἀλλ' ὧν τὰ ἐναντία πεποιήκασι, ταῦτα σαυτῇ διατιθέναι; Τί δέ ἐστιν ὅ φημι; Ἐκεῖνοι μὲν οὐ μόνον σε δίκην ἀπαιτῆσαι οὐκ ἴσχυσαν, ἀλλὰ καὶ ἀφορμήν σοι παρέσχον εὐφροσύνης καὶ ἡδονῆς ὑπόθεσιν ἀμαράντου. Σὺ δὲ οὕτω σαυτὴν κατατείνουσα ὑπὸ τῆς ἀθυμίας