1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

49

δίκην σαυτὴν ἀπαιτεῖς, συγχεομένη, ταραττομένη, πολλῆς πληρουμένη λύπης. Ταῦτα γὰρ ἐκείνους ἔδει ποιεῖν, εἴ γε ὀψὲ γοῦν ποτε τὰ οἰκεῖα ἠβουλήθησαν ἐπιγνῶναι κακά. Ἐκεῖνοι πενθεῖν δίκαιοι ἂν εἶεν νῦν, θρηνεῖν, καταδύεσθαι, ἐγκαλύπτεσθαι, κατορωρῦχθαι, μηδὲ τὸν ἥλιον τοῦτον ὁρᾶν, ἀλλ' ἐν σκότῳ που κατακλείσαντες ἑαυτοὺς τά τε οἰκεῖα θρηνεῖν κακὰ καὶ οἷς τοσαύτας Ἐκκλησίας περιέβαλον· σὲ δὲ ἀγάλλεσθαι καὶ χαίρειν χρὴ ὅτι τὸ κεφάλαιόν σοι τῶν ἀρετῶν κατώρθωται. Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι ὑπομονῆς ἴσον οὐδέν, ἀλλ' αὕτη μάλιστά ἐστιν ἡ βασιλὶς τῶν ἀρετῶν, ὁ θεμέλιος τῶν κατορθωμάτων, λιμὴν ὁ ἀκύμαντος, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ἐπιβουλαῖς ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτὴν ἀδάμαντος στερρότερον ποιοῦσα, ἣν οὐχ ὅπλα κινούμενα, οὐ στρατόπεδα παραταττόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τῶν δαιμόνων τὸ στρατόπεδον, οὐχ αἱ ζοφεραὶ φάλαγγες τῶν ἀντικειμένων δυνάμεων, οὐκ αὐτὸς ὁ διάβολος μετὰ πάσης αὐτοῦ παραταττόμενος τῆς στρατιᾶς καὶ τῆς μηχανῆς παραβλάψαι δυνήσεται. Τί τοίνυν δέδοικας; Τίνος ἕνεκεν ἀλγεῖς καὶ αὐτοῦ τοῦ ζῇν μελετήσασα καταφρονεῖν, ἢν καιρὸς καλῇ; Ἀλλὰ λύσιν ἐπιθυ μεῖς ἰδεῖν τῶν κατεχόντων κακῶν; Ἔσται καὶ τοῦτο καὶ ταχέως ἔσται τοῦ Θεοῦ ἐπιτρέποντος. Χαῖρε τοίνυν καὶ εὐφραίνου, καὶ ἐντρύφα σου τοῖς κατορθώμασι, καὶ μηδέποτε ἀπογνῷς ὅτι σε ὀψόμεθα πάλιν καὶ τῶν ῥημάτων σε ἀναμνήσομεν τούτων.

14.t ΕΠΙΣΤΟΛΗ Ι∆ʹ

14.1 Ἀμφότερα τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τὸ συγχωρεῖν τοσούτους ἐπάγεσθαί σοι πειρασμοὺς καὶ ἐπαλλήλους οὕτως ὥστε λαμπροτέρους σοι γίνεσθαι τοὺς στεφάνους, καὶ τὸ ταχίστην αὐτῶν ποιεῖσθαι τὴν ἀπαλλαγὴν ὥστε σε μὴ κατατείνεσθαι πάλιν τῇ παραμονῇ τῶν ἐπαγομένων κακῶν. Οὕτω καὶ τῶν γενναίων ἀνδρῶν ἐκείνων τῶν ἀποστόλων λέγω καὶ τῶν προφητῶν τὸν βίον ἐκυβέρνησεν ὁ Θεός, νῦν μὲν ἀφιεὶς τὰ κύματα διεγείρεσθαι, νῦν δὲ ἐπιτιμῶν τῷ τῶν κακῶν πελάγει καὶ ἀπὸ χαλεποῦ τοῦ χειμῶνος λευκὴν ἐργαζόμενος τὴν γαλήνην. Παῦσαι τοίνυν δακρύουσα καὶ κατατεινομένη τῇ λύπῃ, μηδὲ τὰ ἐπαγόμενά σοι δεινὰ σκόπει μόνον τὰ ἐπάλληλα καὶ συνεχῆ, ἀλλὰ καὶ τὴν ταχίστην αὐτῶν ἐλευθερίαν καὶ τὴν ἄφατον ἐντεῦθεν τικτομένην σοι ἀμοιβὴν καὶ ἀντίδοσιν. Ὅπερ γάρ ἐστιν ἀράχνη καὶ σκιὰ καὶ καπνὸς καὶ εἴ τι τούτων εὐτελέστερον, τοῦτό ἐστι τὰ ἐπενεχθέντα σοι πάντα δεινὰ πρὸς τὰ μέλλοντα δίδοσθαί σοι ἐντεῦθεν βραβεῖα. Τί γάρ ἐστι πόλεως ἐκπεσεῖν καὶ τόπους ἐκ τόπων ἀμείβειν καὶ πάντοθεν ἐλαύνεσθαι καὶ δημεύεσθαι καὶ εἰς δικαστήρια περιέλκεσθαι καὶ ὑπὸ στρατιωτῶν σπαράττεσθαι καὶ ὑπὸ τῶν μυρία εὐεργετηθέντων τὰ ἐναντία νῦν ὑπομένειν καὶ παρ' οἰκετῶν καὶ παρ' ἐλευθέρων ἐπηρεάζεσθαι, ὅταν τὸ τούτων ἔπαθλον ὁ οὐρανὸς ᾖ καὶ τὰ ἀκήρατα ἀγαθὰ ἐκεῖνα τὰ μηδὲ λόγῳ ἑρμηνευθῆναι δυνάμενα καὶ πέρας οὐκ ἔχοντα, ἀλλ' ἀθάνατον παρέχοντα τὴν ἐξ αὐτῶν ἀπόλαυσιν; Ἀφεῖσα τοίνυν τὰς ἐπιβουλάς, τὰς ἐπηρείας, τὰς τῶν χρημάτων ζημίας, τὰς μεταναστάσεις τὰς συνεχεῖς, τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν λογίζεσθαι καὶ πηλοῦ παντὸς εὐτελέστερον ταῦτα καταπατοῦσα, ἐννόει τοὺς ἐκ τούτων σοι τεχθέντας ἐν τοῖς οὐρανοῖς θησαυροὺς καὶ τὴν ἀνάλωτον πραγματείαν καὶ τὸν ἄσυλον πλοῦτον. Ἀλλὰ τὸ σῶμά σοι κακῶς ἐκ τῶν πόνων τούτων καὶ ταλαιπωριῶν διετέθη καὶ τὰ τῆς ἀρρωστίας ἐπέτριψαν αἱ τῶν ἐχθρῶν ἐπιβουλαί; Πάλιν ἑτέρας μοι λέγεις ἐμπορίας ὑπόθεσιν μεγάλης καὶ ἀφάτου. Οἶσθα γάρ, οἶσθα σαφῶς ἡλίκον ἐστὶ σώματος ἀρρωστίαν