251
ταῦτα. Προσθείη Κύριος ἐφ' ὑμᾶς· ἐφ' ὑμᾶς, καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εἶδες ἕτερον εὐλογίας εἶδος, τὸ ἐπιδοῦναι τὸ γένος; ∆ιὰ δὴ τοῦτο ἐν τάξει κολάσεως τὸ ἐναντίον ἕτερος προφέρων φησί· Καὶ ἐσμικρύνθημεν, καὶ ἐσμὲν ὀλιγοστοὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ταύτης τῆς εὐλογίας καὶ ἐν Αἰγύπτῳ ὄντες ἀπήλαυον, καίτοι μυρίων ὄντων τῶν διακωλυόντων, τῶν ἔργων, τῆς ταλαιπωρίας, τῆς τῶν ἐνεστηκότων ὠμότητος· ἀλλ' οὐδὲν τοῦ Θεοῦ τὸν λόγον διέκοπτεν, ἀλλ' οὕτω προῄει τὰ τῆς εὐλογίας, ὡς ἐν διακοσίοις ἔτεσιν ἑξακοσίας γενέσθαι χιλιάδας. Ἀλλὰ τότε μὲν ἐν τούτοις τὰ τῆς εὐλογίας, νυνὶ δὲ ἐν πολλῷ βελτίοσιν ἐπὶ τῆς Καινῆς. ∆ιό φησι Παῦλος· Εὐλογητὸς ὁ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Καὶ πάλιν· Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτού 55.312 μεθα ἢ νοοῦμεν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ. ∆ιὰ δὴ τοῦτο καὶ οἱ προφῆται τὸ παλαιὸν εὐεργεσίας ζητοῦντες, ταύτην τὴν εὐλογίαν παρεῖχον. Ὁ γὰρ Ἐλισσαῖος τὴν ὑποδεξαμένην τῇ τοῦ παιδὸς δόσει ἀμείβεται. Ἐπὶ δὲ τῆς Καινῆς οὐ ταῦτα, ἀλλὰ πολλῷ μείζονα. Ἡ γοῦν πορφυροπῶλις οὐ ταῦτα ᾔτει παρὰ τῶν ἀποστόλων, ἀλλὰ τί; Εἰ οὐ κεκρίκατέ με ἀναξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ' ἐμοί. Εἶδες πόσον τὸ μέσον, καὶ τίνα μὲν ᾔτουν οἱ ἐν τῇ Παλαιᾷ, τίνα δὲ οἱ ἐν τῇ Καινῇ; Καὶ πάλιν ὁ Χριστός· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Καὶ ὁ Παῦλος· Ὁ δὲ Θεὸς πληρώσαι ὑμᾶς πάσης χάριτος καὶ ἐλπίδος ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Εἶδες εὐλογίας δύναμιν τὰ ἀπόῤῥητα χαριζομένην ἀγαθὰ, καὶ οὐδὲν ἔχουσαν γήϊνον; Καὶ πάλιν ὁ Παῦλος· Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἀλλ' ἐν τῇ Παλαιᾷ, ὅτε παχύτερον τὰ τῶν ἀνθρώπων διέκειτο, ἀπὸ τῶν αἰσθητῶν τὰ τῆς εὐλογίας ὑφαίνετο, καὶ ἡ πολυπαιδία μέγιστον πρᾶγμα εἶναι ἐνομίζετο. Ἐπειδὴ γὰρ ἐκ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, παραμυθούμενος τὸ γένος ὁ Θεὸς, καὶ δεικνὺς, ὅτι οὐ μόνον οὐκ ἀναλώσει, οὔτε πανωλεθρίᾳ παραδώσει, ἀλλὰ καὶ πολλῷ πλείους ἔσονται τοῦ προτέρου, φησίν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Ἐπειδὴ δὲ ἐγνώσθη ὕπνος ὢν ὁ θάνατος, εἰσήγετο τὸ τῆς παρθενίας καλόν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ἐν ἐγκρατείᾳ, ὡς καὶ ἐμαυτόν. Καὶ πάλιν· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Καὶ ὁ Χριστός· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλως δὲ καὶ ἐν ἀρχῇ τοῦτο ᾐνίξατο, ὅτι ἀρετῆς, οὐ πολυπαιδίας χρεία. Καὶ ἄκουε πῶς. Λέγει γάρ τις σοφός· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων, εἰ μή ἐστι μετ' αὐτῶν φόβος Θεοῦ· καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρεῖσσον γὰρ εἷς, ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον, ἢ ἔχειν τέκνα ἀσεβῆ· καὶ κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀλλ' οἱ ἀναίσθητοι Ἰουδαῖοι, καὶ πρὸς τὴν σάρκα κεχηνότες ἀεὶ, καὶ ἀρετῆς ἀμελοῦντες, ἔλεγον· Τί ζητεῖ ὁ Θεὸς, ἀλλ' ἢ σπέρμα; ∆εικνὺς τοίνυν αὐτοῖς, ὅτι οὐ τοῦτο ζητεῖ, μυριάκις αὐτοὺς ἀπώλεσεν, ἀρετῆς ἐρήμους ὄντας. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ. Καλῶς προσέθηκε, Τῷ Κυρίῳ. Τοῦτο γὰρ μάλιστα εὐλογία, Εἰσὶ γὰρ καὶ παρὰ ἀνθρώποις εὐλογούμενοι, ἀλλ' ἀνθρώπινα τὰ ἐκείνων. Ἡ δὲ μεγίστη εὐλογία αὕτη. Ἄνθρωποι μὲν γὰρ εὐλογοῦσι, τουτέστι, ἐγκωμιάζουσιν, ἐπαινοῦσι τοὺς ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις ὄντας. Ἀλλ' αὕτη ἡ εὐλογία πρόσκαιρος, καὶ ἡνίκα ἂν παρῇ, οὐδὲν ἔχουσα κέρδος· ἡ δὲ τοῦ Θεοῦ διηνεκὴς, καὶ ἐν τοῖς μεγίστοις παρέχουσα τὴν ὠφέλειαν. Τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. ςʹ. Εἶδες ὅση τῆς εὐλογίας ἡ ἰσχύς; Τὰ γὰρ ῥήματα αὐτοῦ ἔργα γίνεται. Τὸν γοῦν οὐρανὸν τὸ ῥῆμα αὐτοῦ πεποίηκε. Τῷ λόγῳ γὰρ, φησὶ, Κυρίου οἱ οὐρανοὶ