278
πρόνοιαν δεῖξαι βουλόμενος, ὅτι οὐ μόνον τῶν δεινῶν ἀπαλλάττει, ἀλλ' οὐδὲ τὰ τῶν ἀνθρώπων ἀφίησί σε παθεῖν, τοῦτο ἐπήγαγε. ∆αψιλὴς γὰρ αὐτοῦ τῆς βοηθείας ἡ χορηγία, ἄφατος ἡ φιλανθρωπία, οὐ πρὸς τὸ μέτρον τῆς χρείας τῆς ἡμετέρας παρέχουσα τὴν παρ' ἑαυτοῦ βοήθειαν, ἀλλ' ὑπερβαίνουσα ταῖς ἀντιδόσεσι καὶ τὰς αἰτήσεις ἡμῶν· Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ· φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Ὁ γὰρ μηδὲ τὰ μικρὰ ταῦτα λυπῆσαί σε συγχωρῶν, ἀλλὰ μέχρι τοσούτου τὴν πρόνοιαν ἐκτείνων τὴν ἑαυτοῦ καὶ τὴν κηδεμονίαν, πολλῷ μᾶλλον ἀφ' ἑτέρων ἀχείρωτόν σε καταστήσει. Ἕκαστον μὲν τῶν ἐπιόντων λυπηρῶν εἴκει καὶ παραχωρεῖ τῷ νεύματι τοῦ Θεοῦ, ἅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι. Ἀλλ' εἰ καὶ τούτου πολλάκις ἀπήλλαξε τοῦ κακοῦ, ἑτέρου οὐκ ἠδυνήθη· ἢ ἠδυνήθη μὲν, οὐκ ἠβουλήθη δέ· ἀλλ' ἡ τοῦ Θεοῦ παντοδύναμος καὶ κραταιὰ χεὶρ, κἂν ὁτιοῦν ἐπέλθῃ, λῦσαι 55.347 δυνήσεται καὶ ἀπαλλάξαι πάντων, καὶ ἐλεύθερον ἀποκαταστῆσαι. Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου. Ἕτερος ἑρμηνευτής φησι, Τὴν προσέλευσίν σου. Εἶδες διηνεκῆ συμμαχίαν πανταχοῦ παροῦσαν, εἰσιόντι, ἐξιόντι; Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ἀγάπης; τί τῆς φιλανθρωπίας; Ἐνταῦθα μέντοι τὸν βίον ἅπαντα αἰνίττεται· ἐν τούτοις γὰρ ὁ βίος ἅπας, ἐν εἰσόδοις καὶ ἐξόδοις. Καὶ τοῦτο σαφέστερον δηλῶν, ἐπήγαγεν· Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Οὐ πρὸς μίαν ἡμέραν, φησὶν, οὐδὲ πρὸς δύο, καὶ τρεῖς, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ διηνεκῶς· ὅπερ ἐπ' ἀνθρώπων οὐκ ἔνι· ἀλλὰ πολλαὶ αἱ μεταβολαὶ, συνεχεῖς αἱ μεταπτώσεις, ἀθρόοι αἱ μεταστάσεις· ὁ σήμερον φίλος, αὔριον ἐχθρός· ὁ σήμερον βοηθὸς, αὔριον ἐγκαταλιμπάνει. Πολλάκις δὲ οὐκ ἐγκαταλιμπάνει μόνον, ἀλλὰ καὶ πολεμεῖ καὶ ἐπιβουλεύει πολεμίου παντὸς χαλεπώτερον· ἀλλὰ τὰ τοῦ Θεοῦ ἀκίνητα, διηνεκῆ, ἀθάνατα, μόνιμα, πέρας οὐκ ἔχοντα. Ἵνα οὖν αὐτῶν ἐπιτυγχάνωμεν, καὶ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, ὥστε πολλῆς ἀπολαῦσαι τῆς ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΚΑʹ ΨΑΛΜΟΝ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυ ρίου πορευσόμεθα. αʹ. Ἀλλὰ νῦν πολλοὶ καὶ δυσχεραίνουσιν ἐπὶ τῷ ῥήματι· κἂν μέν τις εἰς ἱπποδρομίας, ἢ εἰς θέατρα παρονομίας ἀναβαίνων καλέσῃ, πολλοὶ οἱ συντρέχοντες· ἂν δὲ ἐπὶ τὸν εὐκτήριον οἶκον, ὀλίγοι οἱ μὴ ὀκνοῦντες. Ἀλλ' οὐχ οἱ Ἰουδαῖοι οὕτως· οὗ τί γένοιτ' ἂν χαλεπώτερον, ὅταν καὶ ἐκείνων φαίνωνται ῥᾳθυμότεροι οἱ Χριστιανοί; Πόθεν δὲ οὗτοι οὕτως; Πάλιν λέγω· ἀπὸ τῆς αἰχμαλωσίας ἐγένοντο βελτίους. Ἐντεῦθεν οἱ πρὸ τούτου ναυτιῶντες, καὶ τὸν μὲν ναὸν ἀφιέντες, καὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, ὄρεσι δὲ καὶ νάπαις καὶ βουνοῖς ἑαυτοὺς διδόντες καὶ πολλῇ τῇ ἀσεβείᾳ, τὴν ἐπιθυμίαν ἔστησαν τῆς λατρείας ἐκείνης, καὶ πρὸς τὴν ἐπαγγελίαν αὐτὴν διαθερμαίνονται, καὶ ὀρθοῦνται, καὶ ἵστανται, καὶ γάννυνται τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐν λιμῷ κατέστησαν καὶ δίψει, οὐ λιμῷ ἄρτου, καὶ δίψει ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον Κυρίου, κολασθέντες τῇ τιμωρίᾳ ταύτῃ μετὰ πλείονος τῆς ἐπιθυμίας ταῦτα ἐπιζητοῦσιν, ὧν πρώην ἐξέπεσον. Οὕτω καὶ τὸ ἔδαφος αὐτὸ περιέπλεκον λέγοντες, ὅτι Εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι· καὶ πάλιν, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πάλιν, Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμονιεὶμ, ἀπὸ ὄρους μικροῦ· καὶ πάλιν· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν