1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

7

φησί. Τοιοῦτος γὰρ ὁ ἐρῶν· οὐκ ἀνέχεται μέχρι πολλοῦ φορτικὰ φθέγγεσθαι πρὸς τὸν ἐρώμενον· ἀλλὰ βαρέα ἄλλ. ἀβαρέα καὶ ἐντρεπτικὰ αὐτοῦ, μᾶλλον ἀλγῶν ἐπὶ τοῖς ἐκείνου κακοῖς. Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τί τοῦτο; τοὺς πατέρας προσάγεις πρὸς τούτους ἔχων τὸν λόγον; ἵνα δείξῃ, ὅτι τούτους οὐ δι' ἐκείνους εὐεργέτησεν, ἀλλὰ δι' αὐτοὺς, ὃ μᾶλλον αὐτοὺς ὑπευθύνους ποιεῖ τῇ κολάσει. Ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων. Ὁρᾷς τὴν κατηγορίαν; οὐχ ἁπλῶς ἀπέστησαν, ἀλλὰ μακράν· πολὺ γὰρ ὄντως μακρὰν, ἀπὸ τῆς θείας φύσεως ἐκείνης ἐπὶ λίθους ἐλθεῖν. Οὕτω μακρὰν ὁδὸν ἑκάτερα ταῦτα τὰ πράγματά ἄλλ. πέρατά ἐστιν. Καὶ ἐματαιώθησαν. Τουτέστιν· Οὐδὲν εὗρον, καὶ οὐδὲ οὕτως ἀνέστησαν, οὐδὲ μετενόησαν. Πολὺ μῖσος τὸν εὐεργετοῦντα ἀποστρέφεσθαι, καὶ τοὺς βλάπτοντας αἱρεῖσθαι. Καὶ οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; Οὐ μόνον οὐχ εὑρόντες εἶπον, καίτοι γε ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ὠθούμενοι· τὰ γὰρ ἀγαθὰ παρόντα μὲν καταφρονεῖσθαι εἴωθεν· ὅταν δὲ ἀποστῇ, τότε μάλιστα ἐπιζητεῖται. Ἐνταῦθα δὲ οὐχ οὕτως, καίτοι γε ἔχοντες ἱκανὰ μνημόσυνα τῆς εὐεργεσίας αὐτοῦ. Ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Αὕτη δευτέρα εὐεργεσία, τὸ ὁδηγηθῆναι. Καὶ τίνος ἕνεκεν ἐκεῖθεν ἀνέφερεν; Ἵνα μὴ πάλιν τὴν Αἴγυπτον ζητήσωσι, τὸν πόλεμον ἰδόντες. Εἰ γὰρ μακρὰν αὐτοὺς περιέτρεψε, καὶ μνησθῆναι ἐκείνης ἔπεισε, πολλῷ μᾶλλον τότε νεαρῶν ὄντων 64.760 τῶν δεινῶν, καὶ τῆς ἀπαλλαγῆς, καὶ τῆς μνήμης αὐτοῖς μενούσης. Ταυτὸν γὰρ ἐποίει Θεὸς, οἷον ἂν εἴ τις καμάτῳ πολλῷ εἰς ὑγείαν τινὰ προαγαγὼν, καὶ μηχανῆς δέοιτο πρὸς τὸ πεῖσαι ἑλέσθαι τὰ συμφέροντα. Εἰρηνικῶς τὰς οἰκείας εὐεργεσίας, αὐτὸν ἐκεῖνον μάρτυρα τῶν λεγομένων παράγει. Ἀκολούθως δὲ πάντα λέγει τῷ ἀνωτέρῳ λεχθέντι. Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον. Καὶ ταῦτα εὐεργεσία μεγίστη, τοὺς πτωχοὺς, τοὺς γυμνοὺς εἰς τὰ ἀλλότρια εἰσήγαγον ἀγαθὰ, οὐ ποιήσαντας οὐδὲ ἐνεργήσαντας. Ἀλλ' ἐπὶ τράπεζαν ἤγαγον ἕτοιμον. Οὐχὶ ὡδήγησα μόνον, ἀλλὰ καὶ λιμένα παρέσχον, καὶ τὴν ἀνάπαυσιν. Τί ταύτης τῆς φιλοφροσύνης ἴσον; ἀγαθὰ δὲ Καρμήλου, τὸν πλοῦτον λέγει τὸν πολύν. Ἀπὸ τοῦ τόπου τὴν γῆν τῆς ἐπαγγελίας λέγει. Ὁ δὲ Κάρμηλος ἦν πίονα γῆν ἔχων, καὶ γενναίους φέρων τοὺς καρπούς. Καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου. Τούτοις ἠμείψασθε τὸν εὐεργέτην, ἀφ' ὧν εὖ ποιῆσαι ἔδει, ἀπὸ τούτων ὑβρίσατε· δι' ὧν εὖ ἐπάθετε, διὰ τούτων ἐκακοποιήσατε, καὶ τὴν χάριν αὐτὴν ἀνετρέψατε. Ὅρα πῶς οἰκειοῦται τὸν τόπον, ἵνα δείξῃ μείζω τὰ ἁμαρτήματα. Ἐγὼ μὲν ὑμᾶς ἐνταῦθα ἀνέπαυσα εἰσαγαγὼν, ὑμεῖς δὲ τοὐναντίον ἐποιήσατε. Οἱ ἱερεῖς οὐκ εἶπαν. Οὓς μάλιστα ἔδει καὶ ἑτέρων εἶναι καθηγητάς. Ὅρα ἀπὸ τῆς κεφαλῆς τὰ κακά. Τουτέστιν οἱ Γραμματεῖς, οἱ διδάσκαλοι οὐκ ᾔδεσάν με. Ἐνταῦθα τὸν βίον λέγει τὸν ἀκάθαρτον. Εἰ γὰρ μηδὲν ἐκείνων ἦν, εἰ γὰρ μὴ ἐξήγαγον ἐξ Αἰγύπτου, ἱερεῖς ἦσαν, ἔδει τὸν νόμον φιλοσοφεῖν; τιμηθέντας ἀρχῇ παρ' ἐμοῦ. Καὶ οἱ προφῆται. Τοὺς ψευδοπροφήτας φησὶν ἐνταῦθα. Οἱ ἱερεῖς οὐκ εἶπον περὶ τῶν τὰς λειτουργίας ἐκπληρούντων λέγει. Καὶ οἱ ἀντεχόμενοι· περὶ τοῦ ἀρχιερέως λέγει, ὃς καθηγεῖται τοῦ λαοῦ. ∆ιὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς. Καὶ μὴν οὐκ ἔδει κρίσεως, ἀλλ' ἀποφάσεως, ἀλλὰ καταδίκης. Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι Οὐ πάντα εἶπον, ἀλλ' ἔχω καὶ ἕτερά τινα εἰπεῖν· ἔτι ἔχω κριθῆναι· ἢ ὅτι Ὑμεῖς με ἠναγκάσατε δικάσασθαι πρὸς ὑμᾶς. Καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Οὐκοῦν τούτους οὐ κολάζεις; Ναὶ, φησί. Τὴν ὑπερβολὴν λέγει, ὅτι Καὶ ἔτι κρίνομαι, καὶ οὔπω ὄντων τῶν δικαιωμάτων, οὐ παραιτοῦμαι, καὶ πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς ὑμῶν κριθῆναι, καὶ λόγον δοῦναι ὑμῖν κἀκείνοις. Μὴ γὰρ δὴ νομίσητε ἀπὸ τῶν προτέρων ἐγκλημάτων ἐκείνους με καταδικάζειν, καὶ πρὸς ἐκείνους κρίνομαι, οὐ παραιτούμενος πρὸς πάντας κρίνεσθαι.