1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

20

πειθομένοις ἐπάγει τὴν ἀπειλὴν, Μή ποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου. Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελόμενοι, ὑμῶν δὲ μεταμέλειαν μὴ κεκτημένων οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας. Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τί τοῦτο; ἄνω εἶπε, Μή ποτε ἐκκαυθήσεται ὡς πῦρ ὁ θυμός μου· ἤδη αὐτὸν ἐξέκαυσεν, ἐφίστησιν αὐτοῖς τὰ δεινὰ, καὶ ἐπὶ θύραις αὐταῖς ἀγαγὼν, οὐκ ἐπαφίησιν αὐτοῖς τὰ δεινά. Οὐ γὰρ εἰς ἁρπαγὰς εἰσάγει τὰς πόλεις, ἀλλ' ἐφίστησι τοὺς πολεμίους ταῖς πύλαις, καθάπερ διδάσκαλος ἄριστος, κατάγει μὲν τὸν ἱμάντα, οὐ πλήττει δέ. *∆εδιττόμενος δὲ αὐτοὺς παρακελεύεται εἰπεῖν τῇ Ἱερουσαλὴμ, καὶ πάσῃ τῇ Ἰουδαίων φυλῇ, ὥστε 64.797 σαλπίσαι, καὶ σημῆναι πᾶσι τῶν πολεμίων τὴν προσβολὴν, ἵνα εἰς τὰς τετειχισμένας καταφύγωσι πόλεις, διαφέρονται δὲ εἰς Σιὼν ὡς ὀχυρωτέραν. Ἀναλαβόντες φεύγετε εἰς Σιών. Ἐναντιολογία τίς ἐστιν· ταῦτα μὲν γὰρ κηδομένου, καὶ προνοοῦντος, καὶ ὅπως μηδὲν γένηται ἄτοπον, πράττοντος. Ἐκεῖνο δὲ βουλομένου παραδοῦναι, καὶ ποιῆσαι ἐκδότους, καὶ ἐσχάτοις περιβαλεῖν κακοῖς. Εἰ σὺ ἐπάγεις τὰ κακὰ ἀπὸ βοῤῥᾶ, τίνος ἕνεκεν καὶ ἐπισπεύδεις; ταῦτα μὲν γὰρ αὐτοῦ στρατηγοῦντος τὰ ῥήματα, ἐκεῖνα δὲ πολεμίων προϊσταμένου. Ὁρᾷς ὅτι διορθοῦντός ἐστι καὶ κηδομένου· καὶ εἰς πίστιν βιαζομένου τὰ ἐσόμενα ἀγαγεῖν; ἐπειδὴ γὰρ τὰ ῥήματα, οὐδὲν αὐτοὺς ὠφελεῖ, σχεδὸν εἰς τὰ πράγματα αὐτῶν ἀνατυποῖ Fort. σχεδὸν τὰ πράγματα αὐτοῖς ἀνατυποῖ. *Τοῦ Βαβυλωνίου τὴν ἔφοδον ἀπειλεῖ καὶ τὴν πρώτην αἰχμαλωσίαν μηνύει, τῶν γὰρ ἔξω τέως τὴν ἀπώλειαν λέγει. Φησὶ γάρ· Φεύγετε εἰς Σιὼν, σπεύσατε, μὴ στῆτε. Ὡς περισωζομένης τῆς πόλεως. Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ. Ἀνέμνησε καὶ τῶν τοῖς ἀδελφοῖς συμβεβηκότων δεινῶν. Τί λέγω μίαν πόλιν, καὶ φυλὴν ἐλαχίστην; ὁλοκλήρους δήμους, καὶ πόλεις αὐτάνδρους ἀνεῖλεν. *Λέγει ταῦτα παραβολικώτερον. Καὶ καλεῖ λέοντα τὸν Ναβουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα, ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι· τούτου δὴ χάριν, περιζώσασθαι, καὶ τὰ λοιπά. Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε. ∆ιότι οὐκ ἀπεστράφη. Τουτέστιν, οὐκ ἀπὸ τῶν Ἰωσίου γενομένων ἐπαύσατο τῆς ὀργῆς ὁ Θεὸς, ἀλλ' ἐπειδὴ, καὶ μετὰ τὸν ἐκείνου θάνατον αὖθις εἰς ἀσέβειαν ἐξετράπητε, δεικνύντες ὡς καὶ τὰ ἤδη γενόμενα, ὡς οὐ μετὰ γνησίας τῆς γνώμης γεγένηται παρ' ὑμῶν, τὴν καθ' ὑμῶν ἐξήνεγκε ψῆφον ὁ Θεός. Καὶ ἀλαλάξατε. Οὐ διὰ τὰ δεινὰ, ἀλλ' ὅτι οὐκ ἀπεστράφη ὁ θυμός· ὄντως γὰρ ὄντως, οὐ διὰ τὴν γέενναν δεῖ μόνην χαλεπαίνειν, ἀλλ' ὅτι ὀργίζεται Θεός. Οὐχ ὅτι ὠργίσθη, ἀλλ' ὅτι ἀπεστράφη. Ἀπολεῖ ἡ καρδία τοῦ βασιλέως. Τοιαύτη γὰρ τῶν δεινῶν ἡ φύσις, ἀποστερεῖ τῶν κατὰ φύσιν φρενῶν. Ὅταν γὰρ ἄμετρος ὁ φόβος ᾖ, οὐδὲν ἀφίησι κατὰ χώραν μένειν. Καὶ οἱ προφῆται θαυμάσονται. Τουτέστιν οἱ ψευδοπροφῆται. ∆ιατί; οὐχ ὡς παρ' ἐλπίδας τῶν πραγμάτων ἐξελθόντων, ἀλλ' ὡς παρ' ἐλπίδας δεικνυμένων, καὶ γιγνομένων. Καὶ εἶπα· ὦ ∆έσποτα Κύριε. Ἆρά γε ἀπατῶν. Πολλὰ συναποκρίνονται τῷ Θεῷ οἱ προφῆται, καθάπερ ἔν τινι σκηνῇ, τὴν διόρθωσιν ἐργαζόμενοι τοῦ λαοῦ. Τοῦτο καὶ πατέρες, καὶ φίλοι πατέρων μετ' ἀλλήλων ποιοῦσιν, τοὺς παῖδας διορθοῦντες. Ποῦ 64.800 δὲ εἶπε τούτοις, Εἰρήνη ἔσται ὑμῖν; Ἀνωτέρω τὰ χρηστὰ διηγούμενος ἔλεγε· Καὶ ἥξουσιν ὁ οἶκος Ἰσραὴλ, καὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ, ἐὰν περιέλῃ τὰ βδελύγματα. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν ὁ προφήτης; οὐ γὰρ δὴ ἀγνοεῖ. Μὴ γένοιτο, ὁ πάντα εἰδὼς ἀκριβῶς, ἀλλ' ὅπερ ἔφην ἀρχόμενος, τοῦτο, ὅτι συναποκρίνεται τῷ Θεῷ, ὅπερ εἰκὸς ἦν ἐκείνους εἰπεῖν, ἵνα δῷ πάλιν ἀρχὴν ἀποκρίσεως τῷ Θεῷ. Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ. Τοὺς πολεμίους φησὶ πνεῦμα πλανήσεως, καλῶς. Καθάπερ τὸ πνεῦμα περιφέρει πανταχοῦ τὸν χοῦν ἀναῤῥιπίζον, οὐκ εἰς τεταγμένους ἀποτιθέμενον τόπους, οὕτω καὶ τούτοις ἐγένετο, ὥσπερ ἄνεμος σφοδρὸς ἐμπεσὼν ὁ πόλεμος ἐκεῖνος ὁ βαρβαρικὸς πανταχοῦ τῆς