1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

25

Θεοῦ τὴν δεσποτείαν ἀπωσαμένους, καὶ τοῦ νόμου τὴν φυλακήν. Ζυγὸν γὰρ τὴν δεσποτείαν ἔφη· δεσμοὺς δὲ τῶν νόμων τὴν διάταξιν, ἐν οἷς ὥσπερ κανόνι τινὶ πορεύεσθαι δεῖ τοὺς ὑπὸ τὸν νόμον ὄντας. Εἰ ἡ πενία τούτοις ἐφόδιον γέγονεν, οὐκοῦν ἐκείνους ὁ πλοῦτος ὤφειλε βελτίους ποιῆσαι. Ἀλλ' οὐδεὶς οὔτε τούτων, οὔτε ἐκείνων ἀμείνων ἐγένετο. ∆ιὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ. Πάντα τὰ θηρία, οὐκ ἔτι λέοντας λέγει μόνον, ἀλλὰ πάντα παραλαμβάνει τὰ θηρία. Οὕτω πάντα ποιεῖ ὑπὲρ τοῦ τὸν φόβον αὐξῆσαι· καὶ οὐχ ὡς περὶ μελλόντων, ἀλλ' ὡς περὶ παρελθόντων διαλέγεται. Ὁ Βαβυλώνιος. Λύκον δὲ καὶ πάρδαλιν, τοὺς περὶ Θεγλαθφασάρ. Τὸ ἀκόρεστον, τὸ ἔρημον, ὅταν μετὰ ἀδείας ἐξῇ τῷ τοιούτῳ μέχρι τῶν οἴκων ἐπιβαίνειν, οὐ φοβῆσαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὸ ἔρημον δεῖξαι. Λύκος δὲ ἴσως ὁ Σεναχηρεὶμ, μόνον ἁρπάξας, καὶ μηδέν τι διαπραξάμενος. Ἄλλος δέ τις τὸν Ἀντίοχον εἴρηκε πάρδαλιν. Ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με. Ἐνταῦθα οὔτε τὸ ἀσεβῆσαι ἐγκαλεῖ, οὔτε τὸ ἀποστραφῆναι, ἀλλὰ τὸ ἀσεβῆσαι μετὰ πλήθους, καὶ τὸ ἀποστραφῆναι ἀνοήτως. ∆εινὸν μὲν γὰρ τὸ ἁμαρτεῖν ἅπαξ, τὸ δὲ ἐπιμεῖναι, καὶ προσθεῖναι χαλεπώτερον. Ἥμαρτες, μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι. Ὅρα καθ' ἑκάστην τιμωρίαν πανταχοῦ κειμένας ἀπολογίας, καὶ τὸ συνεχὲς τοῦ λόγου διακοπτόμενον· οὕτω καθάπερ τίς τινα μαστίζων. Εἶτα διαναπαυσάμενος ἀπολογοῖτο πρὸς αὐτὸν, καὶ ὅλως οὕτως δι' ὅλου ὁ προφήτης εὐφραίνεται ἀπειλῇ καὶ ἀπολογίᾳ. Ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο. Ὁρᾷς ἐξ εὐπαθείας τὴν ἀσέλγειαν, τὴν ἀκαθαρσίαν; Τί γὰρ ἂν εἴποις; Τί ἔχοντες ἐγκαλεῖν; σπάνιν ἀναγκαίων; καὶ μὴν τοσαύτη ἦν ἡ φορὰ, ὡς καὶ μοιχᾶσθαι αὐτοὺς, καὶ ἐν οἴκοις πορνῶν καταλύειν. Ἵπποι θηλυμανεῖς. Ὅρα πῶς παρέστησε τὴν ἡδονήν. Ὅρα πῶς εἰς ἀσέλγειαν ἐξέπιπτον, αὐτὴν τὴν φύσιν ἠτίμασαν. Ὅρα τὸ ἀναιδῆ Fort. ἀναιδῶς μίγνυσθαι τῶν ἀλόγων ἐστίν. Παρὰ μὲν τῷ Ἑβραίῳ φασὶ, τὸ, ἑλκόμενοι μὴ 64.813 κεῖσθαι· ἔστι δὲ αὐτὸ ἐκλαβεῖν, ὅτι ὑπὸ τῆς ἐπιθυμίας ἤγοντο. Ἀνάβητε. Συντέλειαν δὲ μὴ ποιήσητε. Λείψανα καταλείπετε τῆς πόλεως, ἵνα καὶ τοῖς αἰχμαλωτιζομένοις ὑπόθεσις ᾖ πάλιν ἐπανόδου· διὸ προλέγει, ἵν' ὅταν ἴδωσιν οὐ μέχρι τῶν θεμελίων ἀναιροῦντας, μὴ τῆς ἐκείνων φιλανθρωπίας, ἀλλὰ τῆς τοῦ Θεοῦ κωλύσεως εἶναι νομίζωσιν. Ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμέ. Εἰ τοῦ Κυρίου εἰσὶ, τίνος χάριν ταῦτα πέπονθε; διὰ τοὺς ἐνοικοῦντας, ὅτι ἠθέτησαν. Τουτέστι, παρέβησαν τὰς συνθήκας τὰς πρὸς ἐμὲ, καὶ παντελῶς εἰς ἀσέβειαν ἐξώκειλαν. Ἐψεύσατο τῷ Κυρίῳ. Καὶ εἶπαν, Οὐκ ἔστι ταῦτα. Ἐννόησον ὅσον κακόν· Οὐκ ἐπίστευον ἀπειλοῦντι, οὐκ ἐπίστευον τιμωρουμένῳ, καὶ κολάζοντι, πολλοὶ καὶ νῦν οἱ περὶ τῆς γεέννης εἰσὶ ἴσ. εἰσὶ τὰ αὐτὰ οἱ ταῦτα διαλαλοῦντες, ἀπιστοῦντες τῷ Θεῷ. Ὁ οἶκος Ἰσραὴλ, καὶ ὁ οἶκος Ἰούδα ἐψεύσατο. Οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον. Ἐκεῖνοι γὰρ τὰ πρὸς ἡδονὴν δημηγοροῦντες, οὐκ εἴων γενέσθαι βελτίους ποτέ. Τουτέστιν, οὐδὲν προσδοκῶσι δεινὸν, ἀλλὰ λέγουσιν οἱ πολλοὶ, ὅτι Καὶ οἱ προφῆται μάτην ἐφθέγξαντο, καὶ ἀπέθανον· καὶ οὐδὲν κατὰ τὴν γνώμην τοῦ Θεοῦ εἶπον περὶ ἡμῶν. Τὸ δὲ, Οὕτως ἔσται αὐτοῖς, τουτέστι, Παραπλησίως ἐκείνοις, καὶ ὑμεῖς φθέγγεσθε οἱ δοκοῦντες εἶναι προφῆται. Ὡς γὰρ ἐκείνων εἰπόντων οὐδὲν δεινὸν πέπονθεν ἡ πόλις, οὕτως οὐδὲ νῦν πείσεται. ∆ιὰ τοῦτο. Ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ. Τὸ τάχιον δείκνυσιν ὅτι πάντα εἴκει τῷ πυρί. Καὶ ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόῤῥωθεν. Ὥστε μηδὲ ἐξ ἱκετηρίας ἐπισπᾶσθαί τινα ἔλεον. Τὸ δὲ, Καὶ ἀρχαῖον, δηλοῖ, ὅτι καὶ ἀρχαῖον, καὶ φοβερόν ἐστι, καὶ δείκνυσιν ὅτι οὐκ οἴκοθεν ἐπέρχεται· οὐ γὰρ ἂν ἐν τῷ τοσούτῳ χρόνῳ ἡσύχασαν, καὶ ὕστερον ἀπῆλθον. Καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν. Τὸν καιρὸν τῆς ἐφόδου λέγει, ὅτι ἡνίκα τὸν καρπὸν ἀπολαύειν ἐμέλλετε, τότε ἐπελθόντες ἐκεῖνοι