1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

28

εἰκότως ἄν τις εἴποι, καθάπερ σκηναὶ πανταχοῦ τῆς οἰκουμένης εἰ πεπηγυῖαι μάνδραι προβάτων. Παρατάξασθε ἐπ' αὐτὴν εἰς πόλεμον· ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας. Ὅρα πόσα ὁ Θεὸς κατασκευάζει, ὥστε αὐτοῖς ἐνθεῖναι τὸν φόβον, ὅπουγε καὶ ῥήματα ἀναπλάττει παρὰ τῶν πολεμίων ὥσπερ παρόντων, καὶ παρακελευομένων ἀλλήλοις. Καίτοιγε ἐν μεσημβρίᾳ οὐκ ἂν γένοιτο πόλεμος, ἀλλὰ τοῦτο δηλοῖ, ὅτι οὐ λάθρα, οὐδὲ λανθανόντως, ἀλλὰ μετὰ παῤῥησίας ἐπιθήσονται, ὃ τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν ἐστιν ἑαυτοῖς. Οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα. Τοῖς γὰρ πολιορκουμένοις μάλιστα μὲν πᾶς καιρὸς φοβερὸς καὶ ὑπόπτης, πολλῷ δὲ πλέον ὁ τῆς νυκτός· ἐν ἡμέρᾳ μὲν γὰρ καὶ στῆναι, καὶ βουλεύσασθαι, καὶ περιελθεῖν, καὶ ἰδεῖν τὰ γιγνόμενα· νυκτὸς δὲ ἐπελθούσης διπλοῦς ὁ πόλεμος γίγνεται. ∆έον τοὐναντίον λέγειν, Οὐαὶ ἡμῖν, ὅτι παρωξύναμεν τὸν Θεόν· τὸν καιρὸν τῆς τιμωρίας θρηνοῦσιν. Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτί. Τοῦ Χρυσοστόμου, ἄλλ. Ὀλυμπιοδώρου. 64.821 Νύκτα καὶ μεσημβρίαν φησὶ τὸν ἀδιάφορον τῆς ἐφόδου τῶν πολεμίων καιρόν. Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας. Θαῤῥούντων ἡ φωνή. Οὐαὶ ἡμῖν, ὅτι βεβλημένη ἡμέρα. Ὡς γὰρ διὰ πάσης τῆς ἡμέρας αἱρούμενοι ὑπὸ τῶν πολεμίων, καὶ τῆς νυκτὸς καταλαβούσης οὐκέτι φεύγειν δυνάμενοι ταῦτά φασιν. Ἀνάστητε, καὶ ἀναβῶμεν ἐν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. Ὥστε τῶν πολεμίων λεγόντων ταῦτά φησιν. Ὅθεν καὶ οἱ ἐνοικοῦντες τὴν παρουσίαν τῆς νυκτὸς πεφόβηνται. Ἐκκόψατε τὰ ξύλα αὐτῆς. Καθάπερ ἐπὶ ὕλης τινὸς, ἔρημον αὐτὴν καταστήσατε, φησί· καθάπερ ἐπὶ δρυμοῦ τινος, πρόῤῥιζον αὐτὴν ἀνέλετε ξύλον, τοὺς ἄνδρας ἀκάρπους ὄντας, σκληροὺς ἅμα, καὶ τὸ σφοδρὸν τῶν πολεμίων δείκνυσιν. Ὢ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ. Τὸ δὲ αἴτιον ὁρᾷς, πόθεν ψευδής; ἐπειδὴ καταδυναστεία ἐν αὐτῇ, καὶ ὅλη ψευδής. Οὐ τὸ μὲν αὐτῆς ὑγιὲς, τὸ δὲ διεφθαρμένον, ὅλη ψευδής. Εἰ θρησκείαν βουληθῇς ἰδεῖν, ἀντὶ τοῦ ὄντως Θεοῦ λίθινα εἴδωλα ἀντικατέστησαν. Εἰ τὰ κατὰ βίον ἐξετάζεσθαι ἅπαντα δέον, καὶ ἐνταῦθα πολὺ τὸ ψεῦδος ὄψει· καὶ πονηρίαι ἐν τοῖς πρὸς ἀλλήλους, ἐν τοῖς πρὸς τὴν ἀλήθειαν· διέφθειρεν ἴσ. διεφθάρη, ὅλη ψευδής. Οὐκ ἔστιν εἰπεῖν ὅτι τὸν μὲν δεσπότην ἠθέτησαν· ἐν δὲ τοῖς πρὸς ἀλλήλους δίκαιοί τινες ἦσαν, καὶ φιλάνθρωποι, ἀλλ' ὅλη ψευδής. Τουτέστι, Χῶμα κατ' αὐτῆς ποίησον, καὶ τὴν στρατιὰν περίστησον. Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ. Ἐπιτεταμένην λέγει πονηρίαν. Μετὰ πολλῆς τῆς ἀκριβείας τὰ κακὰ κατεῖχον, ὥσπερ ἀγαθόν τι καὶ μέγα· οὕτως ἐφύλαττον, καθάπερ φοβούμενοι, μήποτε καὶ ἀπόλωνται, ἂν αὐτοὺς ἐπιλίπῃ τὸ τῆς κακίας εἶδος. Ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. Ὅρα τὸ ἀναίσχυντον πῶς παρίστησιν. Ἐπὶ πρόσωπόν μου, τὴν παῤῥησίαν, τὴν ἀναίδειαν, καὶ τὸ διὰ παντὸς, οὐ χρόνος, οὐ καιρὸς οὐδείς. Ὅρα πῶς ποιεῖ χαλεπὴν τὴν κατηγορίαν, μόνον οὐκ ἀπολογούμενος ὑπὲρ τῆς τιμωρίας. Ἀντὶ τοῦ, ὡς ὁ λάκκος συνέχει τὸ ὕδωρ, οὕτως ἡ πόλις τὴν κακίαν, καὶ οὐδεμίαν δέχεται μεταβολήν. Πόνῳ καὶ μάστιγι παιδευθήσῃ. Ἀνίατον τὸ τραῦμα, λύσιν οὐκ ἔχον, οὐδὲ μεταβολὴν, οἵαν ἄλλ. οἷα τὰ πάθη τῶν Σοδόμων, οἵαν τὰ κατὰ Γομόῤῥων. Ἄρα οὐχ ὑπὲρ τῶν παρελθόντων, ἀλλ' ὑπὲρ τῶν μελλόντων ἡ κόλασις, καὶ δοκεῖ μὲν ὑπὲρ τῶν παρελθόντων ἡ κόλασις ἄλλ. κολάζειν. ∆οκεῖ δὲ ἵνα μὴ τοῖς αὐτοῖς ἐπιμείνωσιν. Καλαμᾶσθε, καλαμᾶσθε. Πάλιν ἐπιτείνει τὴν τιμωρίαν, πάλιν τὸν φόβον. Οὐδὲ τῶν λειψάνων φείδομαι, φησί· Καὶ μὴν ἔλεγεν ἀνωτέρω· Ὑπολείπεσθε τὰ στηρίγματα ἄλλ. ὑπο 64.824 στηρίγματα. τοῦ Ἰσραὴλ, ὅτι τοῦ Κυρίου εἰσί. Καὶ πάλιν ἐνταῦθα· Καλαμᾶσθε, καλαμᾶσθε. Ἐναντιολογεῖ πολλάκις, πρὸς τὸ συμφέρον ἐκείνης, τήν τε ῥᾳθυμίαν αὐτῶν διεγείρων, καὶ τὴν ἀπόγνωσιν ἐκκόπτων. Ἐπιστρέψατε ὡς ὁ τρυγὼν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. Τουτέστιν, Ἀπόθεσθε οἴκοι τὰ λείψανα. Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι;