1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

35

περιήρχοντο, ἀλλ' ἐν αὐτῇ τῇ χώρᾳ τῇ ἡδίστῃ, τῇ πλησίον τῆς πόλεως. Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν· ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ, κ. τ. λ. Ἵνα γὰρ μήτις λέγῃ, ὅτι Σοὶ ταῦτα ... ἔδωκα τὰς θυσίας, ὥσπερ τὴν ἄλλην. Καὶ ὅτι Αἷμα ἀθῶον οὐκ ἐνετειλάμην αὐτοῖς, οὐδὲ αἴνιγμα ἔδωκα· οὐδὲ ἐβουλόμην, οὐδὲ θύειν ἁπλῶς· ἀλλ' αὐτοὶ κατέκαυσαν. Ἔστω ὁ φόβος οὐ κατέσχεν ὑμᾶς τοῦ Θεοῦ, ὁ τῆς φύσεως οὐκ ἐκώλυσε νόμος, οὕτως ἐξεβακχεύθησαν. Ἔνθα μὲν τοὺς δαίμονας τιμηθῆναι ἔδει, καὶ τὴν φύσιν ἠγνόουν αὐτήν· ἔνθα δὲ τὸν Θεὸν θεραπευθῆναι, καὶ προβάτων ἐφείδοντο. Τίνα οὐκ ἂν ἀνιάσῃ τοῦτο τὸ θέαμα; Ἰδοὺ ἡμῖν καὶ ἀκούουσι φρικτὸν εἶναι δοκεῖ· ἔτι οὖν θαυμάζομεν, εἰπέ μοι, τίνος ἕνεκεν ἡ πόρθησις; τίνος ἕνεκεν ἡ αἰχμαλωσία; Τοὺς οὕτω ζῶντας ζῇν ἔτι καλὸν ἦν; ∆ιὰ τοῦτο ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· Βωμὸς τοῦ Ταφέθ. Βούλεσθε, φησὶ, σφάζειν; ἐγὼ ποιήσω νόμῳ πολέμου τοῦτο. Βέλτιον οὕτως ἀναιρεῖσθαι τοὺς υἱοὺς, ἢ χερσὶ πατρικαῖς. Καὶ θάψουσιν ἐν τῷ Ταφὲθ, διὰ τὸ μὴ ὑπάρχειν τόπον. Ὅπου γὰρ πρότερον, φησὶν, οὔτε νεκρὸν πλησιάζειν παρεσκεύαζον, ὡς ἱερὸν ἔχοντες τόπον, ἐνταῦθα τῶν νεκρῶν σωρευθήσεται τὸ πλῆθος. Ταῦτα δέ φησιν, ὡς αὐτόθι τοῦ βαρβάρου πολλὴν σφαγὴν ἐργασαμένου. Ἐπάγει γοῦν· Καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. 64.844 Ὡς οὐδὲ ταφῆς ἀξιωθησομένων· ὃ χείρονα τὴν συμφορὰν ἐδείκνυεν.

ΚΕΦΑΛ. Ηʹ.

Καὶ ψύξουσι αὐτὰ πρὸς τὸν ἥλιον, καὶ πρὸς τὴν σελήνην, καὶ πρὸς πάντας τοὺς ἀστέρας. Τουτέστιν ὑπ' ὄψεσι τούτων. Οὐ γὰρ μόνον οὐδεμίαν τοῖς ἀποθανοῦσι παρέξουσι τιμὴν οἱ πολέμιοι, ἀλλὰ καὶ τῶν ἤδη τεθνηκότων, καὶ τιμῆς ἀξιωθέντων, καὶ τούτων ἀνορύξουσι τὰ ὀστᾶ· ὡς ἂν γνοῖεν, ὡς οὐδὲν ὄφελός ἐστιν ἡ τῶν ξοάνων τούτων θεραπεία. Ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἃ ἠγαπήκατε, φησίν. Ὥσπερ ἐπεμβαίνων αὐτοῖς, οὕτω διαλέγεται. Ὅτι οὐ φείσονται, οὐκ ἐλεήσουσι τὰ πολλῆς ἀπολαύσαντα θεραπείας, οὔτε τὸν ἄλλ. τὴν τῶν ἀγαπησάντων δυνήσονται ἴσ. θεραπείας παρὰ τῶν ἀγαπ. οὔτε δυνήσονται κωλῦσαι· ἀλλὰ τῶν οὕτω θεραπευσάντων παρορῶσι τὰ ὀστᾶ καθυβριζόμενα, καὶ οὐκ ἀμυνοῦσιν ἄλλ. ἀμύνουσιν αὐτοῖς. Καὶ οὐ ταφήσονται. Οὐ γὰρ ὁ τυχὼν λόγος ἦν τοῖς παλαιοῖς τῆς ταφῆς. Ὅτι τάδε λέγει Κύριος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ὅρα ἐραστήν τινα τῆς ἐρωμένης ἀποπηδῶντα, καὶ οἰόμενον, μὴ διαλέγεσθαι, μὴ λόγου μεταδιδόναι, καὶ μετὰ ταῦτα πάλιν καμπτόμενον. Τοιοῦτόν τί ἐστι, παραίνεσιν εἰσάγει καὶ συμβουλήν. Καίτοιγε πολλοὶ τῶν ὑβριζομένων λέγουσιν· Ἄπελθε, εἰπὲ τόδε, ἀλλ' ὡς ἀφ' ἑαυτοῦ· μὴ εἴπῃς, ὅτι παρ' ἐμοῦ, ἵνα μὴ δόξωσιν ὑβρίζεσθαι· ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ' εἶπεν, ὅτι Ἐγὼ εἶπον. Ὅρα τὸν πόθον· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ὁρᾷς οὐδαμοῦ φυσικὰ τὰ κακὰ οὐδὲ τὰ καλά· τὰ γὰρ τῆς φύσεως ἀμετάβλητα. Μὴ γὰρ οὐκ ἀπὸ στάσεως πέπτωκας; μὴ γὰρ οὐκ ἐβάδιζες; Οὐκ ἐγκαλῶ, φησὶν, ὅτι ἔπεσας. Ἀλλ' ὅτι μένεις ἐπὶ τῷ πτώματι, τοῦτό με παροξύνει. Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μέμφεται αὐτοὺς, ὡς ἀμεταμέλητα πταίουσιν. ∆ιατί ἀπέστρεψεν; ἀποστροφὴν ἀναιδῆ ... Ὅτι ἀπὸ Θεοῦ, ὅτι ἐπὶ τοιούτοις, ὅτι διὰ παντὸς, ὅτι οὐδὲν ἔχουσα ἐγκαλεῖν. Ὄντως γὰρ ἀναιδὴς ἡ ἀπὸ τοῦ Θεοῦ ἀποστροφή. Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν. Ὅρα πάλιν τὴν βούλησιν παραλαμβανομένην· οὐδαμοῦ τὰ τῆς ἀνάγκης, οὐδὲ τὸ τῆς εἱμαρμένης. Μὴ γὰρ ἐξ ἀρχῆς ἐτύγχανον τοιοῦτοι ὄντες; *Ἐνωτίσασθε δὴ, καὶ ἀκούσατε. Οὐχ οὕτως λαλοῦσι; Καθ' ὑπόκρισιν ἀναγνωστέον. Ἔστι δὲ ἡ ἔννοια αὕτη, τουτέστι περὶ τούτων καὶ διαλέγονται