1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

36

τῶν κακῶν. Ἐπάγει γοῦν· Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ. Οὐ λέγει· Οὐ μετενόησαν, ἀλλ' ὅτι Οὐκ ἔστιν ἄν 64.845 θρωπος. Ἑτέρα πάλιν ὑπερβολή. Τὸ μὲν μὴ ἀναστῆναι, χαλεπὸν, ἀλλ' οὐχ οὕτως. Τὸ δὲ πάντας κεῖσθαι, τοῦτο πολλῷ χαλεπώτερον. Οὐ μόνον οὐ μεταβάλλεται, ἀλλ' οὐδὲ κατηγορεῖ τῶν ἡμαρτημένων αὐτῷ. Λέγων· Τί ἐποίησα; Ἢ οὕτω νοητέον· Οὐχ οὕτως λαλήσουσι· τουτέστιν ὥστε ἐπιστρέψαι· ἐν ἑκατέρῳ δὲ εὖ στήκει ἡ αὐτὴ ἔννοια. ∆ιέλιπεν ὁ τρέχων ὑπὸ τοῦ δρόμου αὐτοῦ, ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ. Παρείκασεν αὐτοὺς ἵππῳ εἰς ὀχείαν ἀποτεταγμένῳ. Ὁ μὲν γὰρ, φησὶ, κάμνει ἐπιβαίνων, καὶ ἵσταται τοῦ ἔργου· οἱ δὲ οὐ διέλιπον τῆς παρανομίας. Ἢ οὕτω νοητέον· ὅτι ὥσπερ ὁ ἵππος ἄρτι εἰς ὀχείαν ἀφεθεὶς μαινόμενος ἐπιβαίνει ταῖς θηλείαις, οὐ δωρεὰν ἑαυτὸν ἀνιεὶς τοῦ πράγματος· οὕτω καὶ οὗτοι τοσαύτην σπουδὴν ἐνεδείξαντο περὶ τὸ κακόν· καὶ ὡς ἐκεῖνος οὐ διαλιμπάνει ἐν ἐκείνῳ τῷ καιρῷ τρέχων, οὕτω καὶ οὗτοι· ἵνα εἴπῃ, Οὐ διέκοψαν τὴν περὶ τὸ κακὸν προθυμίαν. Ἀλλὰ πάντων μὲν ἔστι πέρας, φησὶν, οὗτοι δὲ ἁμαρτάνουσι μόνοι ἀθάνατα, καὶ κόρον οὐκ ἔχουσι τῶν κακῶν· καίτοιγε τῶν κατὰ φύσιν. Οὐ καιρός ἐστι τῶν ἐν ἐπιθυμίᾳ ἴσ. κόρος οὐκ ἔστι καὶ τῶν ἐν ἐπιθ., καμνούσης τῆς φύσεως, καὶ οὐκ ἐθελούσης λοιπὸν ἐργάζεσθαι, ἀλλ' ἀναπαύσασθαι βούλονται ἄλλ. βουλομένης. Ὑμεῖς δὲ οὐχί. Οὐκέτι ἵππων φίλον τὸ τρέχειν, ἀλλὰ ζητοῦσί ποτε καὶ ἀνάπαυσιν, Πάντα μεταβολὴν οἶδεν, ὑμεῖς δὲ οὐχὶ, τὰ κακὰ πράττοντες. *Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς· τρυγὼν, καὶ τέτιξ, καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς εἰς ὁδὸν αὐτῶν. Τῇ πρὸς τὰ ἄλογα παραθέσει καθάπτεται αὐτῶν. Ἀσίδαν μὲν λέγει τὸν πελαργόν. Τὸ δὲ Ἑβραϊκὸν τέττιγα οὐκ ἔχει. Ἀντὶ δὲ τοῦ τέττιγα, γέρανον ἔχει. Ἔλαβεν οὖν τὰ μὲν ἐν θέρει, τὰ δὲ ἐν χειμῶνι φαινόμενα. Χελιδὼν δὲ καὶ πελαργὸς ἐν θέρει εἰώθασι δείκνυσθαι, τρυγὼν δὲ καὶ γέρανος ἐν χειμῶνι. Ὃ τοίνυν βούλεται εἰπεῖν τοῦτό ἐστιν ὅτι τὰ μὲν ἄλογα τὴν ἑαυτῶν ὠφέλειαν μεταδιώκει, καὶ τοὺς ἐπιτηδείους τόπους ἄλλοτε ἀλλαχοῦ ἀμείβει. Τινὲς ὄρνιθά φασιν, τινὲς δὲ ἄστρον. Ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίμα τὰ Κυρίου. Τὸ δὲ ἐπωφελὲς ἑαυτῷ ὁ λαὸς οὐ μετεδίωξε. Τουτέστι τὴν ἐμὴν λατρείαν. Εἶτα μετ' ὀλίγον· *Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἐστὶ μεθ' ἡμῶν; Τουτέστιν, Οὐ μόνον τῶν ἀλόγων ἑαυτοὺς ὑπερτίθετε, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν, διὰ τὴν τοῦ νόμου παιδαγωγίαν. Οἵγε οὐδὲ πρὸς τὰ ἄλογα συγκρίνεσθαι δύνασθε. Ἔνθα γὰρ κενοδοξῆσαι ἔδει, καὶ σοφοὺς ὡμολόγουν εἶναι ἑαυτοὺς, καὶ τοῦ Θεοῦ τὸν νόμον ἔχειν. Ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ὁμολογία, ἀλλὰ τῆς δι' ἔργων ἐπιδείξεως χρεία· καὶ σοφοὶ οἴκοθεν, καὶ σοφίαν τὴν ἀπὸ τοῦ νόμου ἔχοντες. Εἰς μάτην ἐγενήθη σχοῖνος, ψευδὴς γραμματεῦσιν. 64.848 Εἰκῆ, φησὶ, κληρονομίαν ἔλαβον, καὶ προεδρίᾳ ἁπλῶς ἐτιμήθησαν· οὔτε ἑαυτοὺς, οὔτε τοὺς ἄλλους ἐσόφισαν· ὄνομα μόνον ἐστὶν ἡ διδασκαλία παρ' αὐτοῖς. ∆ιὰ τοῦτο εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν. Σχοῖνον μὲν πολλαχοῦ καλεῖ τῆς γῆς τὴν διαμέτρησιν, ἵνα τὴν γῆν, ἣν κατεκληρονόμησαν μηνύσῃ, ὡς ὅταν λέγῃ· Σχοινία ἐπέπεσόν μοι ἐν τοῖς κρατίστοις μου. Βούλεται δὲ εἰπεῖν, ὅτι Εἰς μάταιον ὑμῖν ἐγένετο, καὶ ἡμῖν τοῖς διδάσκουσιν ἡ κληρονομία τῆς γῆς· τουτέστιν, Οὐδὲ ἀπὸ τοῦ ἀπολαύειν τῶν παρ' ἐμοῦ καλῶν ἀμείνους γεγόνατε. Ὁ δὲ Ἑβραῖος οὕτω φησίν· Εἰς μάτην ὑμῖν ἐγένετο ἡ διδασκαλία τοῖς Γραμματεῦσι. Τουτέστιν, Οὐδὲν ὠφελήθητε ἑτέρους διδάσκοντες. ∆ιὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις. Ὃ πάντων κτῆμά ἐστι τιμιώτερον. Καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις. Κληρονόμους τοὺς πολεμίους καλεῖ. Καθάπερ οἱ κληρονομήσαντες ἀσφαλῶς κατέχουσι καὶ βεβαίως, οὕτως καὶ οὗτοι. Τί οὖν ἐκείνοις δίδως; δι' εὐσέβειαν; Οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις ἴσ. τὴν τούτων κόλασιν καὶ τιμωρίαν· ἐπεὶ καὶ ἐπὶ τῶν