1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

47

αὐτήν. 64.880 Ὁρᾷς παρ' ἡμῶν τὰς ἀρχὰς τῆς κακίας καὶ τῆς ἀπεχθείας; Μὴ οὐ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; Τινὲς μὲν οὕτως ἡρμήνευσαν. Ἐπειδὴ, φασὶ, τὸ τῆς ὑαίνης ζῶον ἀκάθαρτον, τοῦτο εἰπεῖν ἠβουλήθη, ὅτι Ἀκαθαρσίας τὸν οἶκον μου ἐπληρώσατε. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Ὡς ὄρνεον ποικίλον τοῖς πτεροῖς ἐγένετο ἡ κληρονομία μου ἐμοὶ, τουτέστι, Ποικίλην τὴν ἀσέβειαν ἐπιδειξαμένη εἰσέρχεται εἰς τὸν ναόν. Τὴν ἀκαθαρσίαν λέγει τὸ θηριῶδες, καὶ ἐμοὶ τῷ κληρονομοῦντι. Ἔστω ἀνθρώποις, πῶς καὶ ἐμοί; Μὴ τοιαῦτά τις κληρονομεῖ; καὶ τὰ ἔξωθεν λέγει κακὰ, ὅτι κύκλῳ καταδύσεις εἶχον πολλὰς, οὐδὲ ἁπλῶς ἀνθρώπων σπήλαιον, ἀλλὰ θηρίων ἀκαθάρτων, καὶ χαλεπωτέρων θηρίων, ἐν σκότει διαπορευομένων. Βαδίσατε, συναγάγετε πάντα τὰ θηρία. Τίνος ἕνεκεν οὐκ αὐτὸς πορθεῖς, ἀλλ' ἑτέροις δίδως, τουτέστι τὰ θηρία καλεῖς; ἵνα μάθῃς ὅτι καὶ τὰ ἔθνη τὰ ἄλλα, ὅταν βούληται, καλεῖ, ὅτι πάντες ὑπ' αὐτόν εἰσι τεταγμένοι· ἄλλως τε ἴσ. ἄλλως δὲ ὥστε καὶ τὴν τιμωρίαν γενέσθαι χαλεπωτέραν, καὶ θαύματα ἐργάσασθαι πολλά· κἀκείνους μάρτυρας γενέσθαι τῶν συμβαινόντων αὐτοῖς. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνα μου. Ὅρα πῶς μιμεῖται ἄνθρωπον, καὶ βουλόμενον κολάσαι, καὶ ἀλγοῦντα ἐπὶ τῇ κολάσει, καὶ ζητοῦντα μικρὰν γοῦν ἀπολογίαν ποθὲν εὑρεῖν τοῖς μέλλουσι τιμωρεῖσθαι. Ποιμένες πολλοί. Τίνος ἕνεκεν προειδὼς ταῦτα οὐκ ἀνεῖλες αὐτούς; τίνος ἕνεκεν ποιμένας τοιούτους ἐπέστησας; Ἀλλ' εἶπον μὴ προσέχειν αὐτοῖς, ἀλλὰ τῷ νόμῳ μου. Τίνος γὰρ ἕνεκεν οὐ θαυμαστοὺς διδασκάλους ἐπέστησας, καὶ τὸ ποίμνιον οὐκ ἐφθάρη; Ἵνα μάθωσι, καὶ πονηρῶν ὄντων ἀνθρώπων, μὴ προσέχειν αὐτοῖς. Ποία γὰρ αὐτοῖς χάρις; Μὴ γὰρ οὐκ ἦν νόμος; Μὴ γὰρ οὐκ ἦσαν προφῆται; μὴ γὰρ ἐγκατέλιπον ἐρήμους; Οὐκ ἠβουλήθην ἀνάγκῃ καλοὺς εἶναι. Καὶ μετ' ὀλίγα· «Ἐμόλυναν τὴν μερίδα μου.» Πανταχοῦ τοὺς ποιμένας αἰτιᾶται, καὶ τοὺς ἄρχοντας, οὐχὶ τοὺς λοιποὺς ἀπαλλάττει. Πῶς γάρ; Μὴ γὰρ ἄλογα πρόβατά εἰσι; Μὴ γὰρ οὐκ ἠδύνατο ὑψῶσαι αὐτούς ἴσ. μὴ γὰρ οὐκ ἠδύναντο βελτιῶσαι ἑαυτούς; Μὴ γὰρ οὐχὶ Ἱερεμίας τότε ἦν; ∆ι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ. Τί ἐστι, δι' ἐμέ; ∆ι' ἐμὲ τὸν προφήτην. Εἰ γὰρ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ἐπὶ πᾶσαν διεκβολὴν τῆς ἐρήμου. Τουτέστι, διὰ τὴν εἰς ἐμὲ ἀσέβειαν. Ἐπειδὴ ἀκούοντες τὰς συμφορὰς οὐ μετεβάλοντο. 64.881 Τὴν αἰχμαλωσίαν ἐνταῦθα, καὶ τὸν πόλεμον λέγει. Ὅρα τίνας οὐκ ἂν ἐποίησε βελτίους ἡ τοσαύτη ἀπειλή. Σπείρατε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε. Ἐπειδὴ γὰρ κἀγὼ ἐφύτευσα ἄμπελον, καὶ ἐποίησε πικρίαν, καὶ σπέρμα καλὸν ἔσπειρα, καὶ ἐποίησε τοὐναντίον. Εἰκότως καὶ ὑμεῖς, ἵνα μάθητε πόση ζημία γεωργῷ, πόση ἀθυμία, ὅταν ἕτερ' ἀνθ' ἑτέρων φέρητε. Χεῖρον τοῦτο τοῦ λιμοῦ. Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς. Τινὲς μὲν καὶ εἰς τούτους φασὶ τοὺς κλήρους τῆς Ἐκκλησίας εἰρῆσθαι· τοῦτο καὶ πείθομαι. Τί γὰρ ἡμᾶς ὠφελοῦσιν, εἰπέ μοι, τοὺς ἀναξίως βαδίζοντας; οὐχὶ δὲ καὶ κρῖμα πλέον ἔσται; Τί δὲ ὅλως κλῆρός ἐστι, καὶ πόθεν τὸ ὄνομα μάθωμεν. Ἴσως γάρ τινα καρπούμεθα, καὶ ἀπὸ τοῦ ὀνόματος ὠφέλειαν· ἄλλως δὲ καὶ πολλῆς αἰσχύνης ἀγνοεῖν τοῦτο ὃ καλούμεθα· οὐ γὰρ δὴ κλήρῳ τινὶ ἐκληρώθημεν. Κλῆρος γὰρ πρᾶγμά ἐστιν ἄλογον. Πόθεν οὖν κλῆρος ὠνόμασται, καὶ οὐ παρ' ἡμῖν μόνον; Ἴσως γάρ τις ἐνόμισε τῶν νεωτέρων εἶναι τὸ ὄνομα· ἀλλὰ καὶ ἐν ἀρχῇ λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης, καὶ ἀποστολῆς ἐμοὶ δοκεῖ, καὶ ἀπ' ἐκείνου εἰρῆσθαι τοῦ κληρωθῆναι τὸν πρῶτον. Ἢ καθάπερ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων, κληροῦταί τις, ὁ μὲν τοῦτον λαβεῖν τὸν ἀνταγωνιστὴν, ὁ δὲ ἐκεῖνον· οὕτω καὶ ἐνταῦθα· ἀλλὰ τῷ λόγῳ τούτῳ καὶ τὸν κανονικὸν, ἢ ἐκκλησιαστικὸν κλῆρον δεῖ καλεῖσθαι. Ἑκάστῳ γὰρ, φησὶν, ὡς ἐμέρισεν ὁ Θεός· ἕκαστον ὡς κεκλήρωκεν ὁ Κύριος, οὕτω περιπατείτω. Καὶ γὰρ καὶ οὕτως ἐκληρώθη. Καὶ μετ' ὀλίγα· Πόθεν οὖν