1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

48

ἐπιτέθειται τὸ ὄνομα; οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι τὸν κλῆρον τῆς διακονίας. Ἐπειδὴ γὰρ τὰ κληρούμενα οὐκ ἐξ οἰκείας γίνεται προαιρέσεως, ἀλλ' ἑτέρας τινὸς ἐξουσίας ἤρτηται, δεῖ τὸν κληρωθέντα, τὸν τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ· οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο· μήτε φεύγειν δοθέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ, ὅταν ὁ Θεὸς κληρώσῃ. Ἀλλ' ἐκεῖνος μὲν ἄλογος ὁ κλῆρος, οὗτος δὲ οὐχὶ δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος. Μὴ ὃν βούλεται αὐτὸς, ἀλλ' ὃν ἡ χάρις δίδωσιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι οἱ ἀπόστολοι ἦσαν, κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει, καὶ τῇ οἰκείᾳ χάριτι. Ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλγεῖν ὡς ἀδικουμένους. Ὁ κλῆρος συγγένειαν οὐκ εἶδεν, οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν. Ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως καὶ ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα. Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν. Ἐναντίον τοῦ Θεοῦ αἰσχυνθῶμεν, μὴ ἐναντίον ἀνθρώπων. Τί ἐστιν, ἀπὸ καυχήσεως ὑμῶν; Ἢ Ἐφ' οἷς καυχᾶσθε, αἰσχύνεσθε· καυχῶνται γὰρ οἱ ἄνθρωποι πολλάκις ἐφ' οἷς καταδύεσθαι χρή· ἢ ὅτι Τὴν καύχησιν ὑμῶν ἀναμνησθέντες, αἰσχύνθητε. 64.884 Τίνες ἦτέ ποτε, καὶ τίνες νῦν; Ἀπὸ ὀνειδισμοῦ, ἀπὸ ὀνειδιζόντων ὑμᾶς· μὴ ἀπὸ τοῦ ὀνειδισμοῦ τοῦ Θεοῦ. Μεγίστη γὰρ θεραπεία εἰδέναι αἰσχύνεσθαι, καὶ ἐρυθριᾷν οὐ μικρὰ σωτηρίας πρόφασις. Κἂν ἀνέλῃς τὴν αἰσχύνην, πᾶσαν ἐλπίδα σωτηρίας ἀνεῖλες. Οἶδα πολλάκις ἰσχῦσαι τοσοῦτον, ὅσον οὖν ἴσχυσε τιμωρία. Οὐχ ἁπλῶς ἐνέθηκεν ἡμῖν τῇ φύσει ταύτην ὁ Θεός· ἀλλ' ἵνα ἡμᾶς ἀεὶ διεγείρῃ, ἐνέθηκεν, οὐχ ὥστε τοὺς ἀνθρώπους αἰσχύνεσθαι, ἀλλὰ καὶ τὸ συνειδός. Πολλάκις οὐδὲ τιμωρίας οὔσης ἐπὶ ἁμαρτήματι αἰσχύνη μόνον, καὶ κατάγνωσις ἀνέστειλεν. Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν. Ἀραβίους ἐνταῦθα αἰνίττεται, ὅτι οὐ μικρὰ αὐτοὺς ἐδίδαξαν κακὰ δι' ἃ πρῶτον τεσσαράκοντα ἔτη ἐν ἐρήμῳ διέτριβον. ∆ιὰ τοῦτο οὐκ ἀφῆκεν ἀναμιχθῆναι τοῖς ἔθνεσι, διὰ τοῦτο καὶ τείχους ἀσφαλεστέρους τέθεικεν νόμους, οὐ συγχωροῦντας τοῖς γειτόσιν ἀναμίγνυσθαι. «Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτούς.» Ἀπειλεῖ αὐτοῖς ἀπειλὴν μεγάλην, ἵνα καὶ αὐτοὶ βελτίους γένωνται· καὶ αἰχμαλώτοις δὲ ἀπειλεῖ. Ὅρα καὶ αὐτοὶ πῶς ἐσωφρονίζοντο ἐκ τῶν τούτοις συμβαινόντων· ἅμα δίδωσιν αὐτοῖς πρόφασιν ἀπολογίας ὡς οὐκ εἰδόσιν. Ὥσπερ αἴτιοι γεγόνατε αὐτοῖς ἀπωλείας, οὕτως ἔσονται σωτηρίας ὑμῖν. Πολλὴ τῶν Ἰουδαίων αἰσχύνη, εἴ γε μέλλοιεν παρὰ τῶν γειτόνων μανθάνειν. Ὅρα πῶς αὐτοὺς οἰκειοῦται. Μὴ εἰς ἔθνος ἓν ἦν αὐτοῦ ἡ σωτηρία; Ὅλως βούλεσθε φίλοι εἶναι, καὶ ὁμονοεῖν; Οὐκοῦν ἐπ' ἀγαθῷ, μὴ κατὰ τῆς τῶν συμφωνούντων σωτηρίας· οὐκοῦν ἔξεστι καὶ πρὸ τούτου γενέσθαι βελτίους.

ΚΕΦ. ΙΓʹ.

Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν. Ὃ βούλεται ἡ εἰκὼν, τοῦτό ἐστι· περίζωμα ἡ οἰκειότης, καὶ περίζωμα λινοῦν, τὸ ἱερατικὸν, τὸ ἀνάλωτον, τὸ εὐπρεπὲς τοῦ λαοῦ, τὸ μηδενὶ τούτων φθείρεσθαι τῶν εἰωθότων, ἢ χρόνῳ, ἢ σητὶ, ἤ τισι τοιούτοις. Τὸ ἐν πέτρᾳ, ἵνα μή τις εἴπῃ, ὅτι κατὰ ῥᾳθυμίαν φύσεως διεφθάρη· οὕτω καὶ Ἰσραηλῖται· τοιαῦτα γάρ φησι τὰ ἀνθρώπινα. Νῦν μὲν πόλεμοι, νῦν δὲ μάχαι, νῦν εἰρήνη, νῦν εὐθηνία· ἄνωθεν αὐτοὺς τοιαύτης ἐποίησε μεταβολῆς. Ἐν ὕδατι οὐ διελεύσεται, τουτέστι καινόν· ἂν γὰρ διέλθῃ ὕδωρ, νομίζουσιν αὐτὸ παλαιὸν εἶναι· ἵνα μὴ νομίσωσι παρὰ τὸ παλαιωθῆναι διεφθάρησαν ἴσ. ὡς παρὰ τὸ παλαιωθῆναι διεφθάρη, ὃ λέγομεν ἀβαφὲς, ἄτεγκτον. Βρέχειν γὰρ τὸ τέγγειν ἐστὶν, ὃ οἱ πολλοὶ ἄτεγκτον